ΑΥΤΑΡΚΩΣ ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης, καὶ τῆς τούτων δεισιδαιμονίας, πῶς ἐξ ἀρχῆς τούτων γέγονεν ἡ εὕρεσις, ὅτι ἐκ κακίας οἱ ἄνθρωποι ἑαυτοῖς τὴν πρὸς τὰ εἴδωλα θρησκείαν ἐπενόησαν· ἀλλὰ γὰρ χάριτι Θεοῦ σημάναντες ὀλίγα καὶ περὶ τῆς θειότητος τοῦ Λόγου τοῦ Πατρὸς, καὶ τῆς εἰς πάντα προνοίας καὶ δυνάμεως αὐτοῦ· καὶ ὅτι ὁ ἀγαθὸς Πατῆρ τούτῳ τὰ πάντα διακοσμεῖ, καὶ τὰ πάντα ὑπ’ αὐτοῦ κινεῖται, καὶ ἐν αὐτῷ ζωοποιεῖται· φέρε κατὰ ἀκολουθίαν, Μακάριε καὶ ἀληθῶς φιλόχριστε, τῇ περὶ τῆς εὐσεβείας πίστει, καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου διηγησώμεθα, καὶ περὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας δηλώσωμεν· ἣν Ἰουδαῖοι μὲν διαβάλλουσιν, Ἕλληνες δὲ χλευάζουσιν, ἡμεῖς δὲ προσκυνοῦμεν· ἵν’ ἔτι μᾶλλον ἐκ τῆς δοκούσης εὐτελείας τοῦ Λόγου, μείζονα καὶ πλείονα τὴν εἰς αὐτὸν εὐσέβειαν ἔχῃς. Ὅσῳ γὰρ παρὰ τοῖς ἀπίστοις χλευάζεται, τοσούτῳ μείζονα τὴν περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαν παρέχει· ὅτι τε ἃ μὴ καταλαμβάνουσιν ἄνθρωποι ὡς ἀδύνατα, ταῦτα αὐτὸς ἐπιδείκνυται δυνατά· καὶ ἃ ὡς ἀπρεπῆ χλευάζουσιν ἄνθρωποι, ταῦτα αὐτὸς τῇ ἑαυτοῦ ἀγαθότητι εὐπρεπῇ κατασκευάζει· καὶ ἃ σοφιζόμενοι οἱ ἄνθρωποι ὡς ἀνθρώπινα γελῶσι, ταῦτα αὐτὸς τῇ αὐτοῦ δυνάμει θεῖα ἐπιδείκνυται, τὴν μὲν τῶν εἰδώλων φαντασίαν τῇ νομιζομένῃ ἑαυτοῦ εὐτελείᾳ διὰ τοῦ σταυροῦ καταστρέφων, τοὺς δὲ χλευάζοντας καὶ ἀπιστοῦντας μεταπείθων ἀφανῶς ὥστε τὴν θειότητα αὐτοῦ καὶ δύναμιν ἐπιγινώσκειν.