Τῶν πρὸς ἡμᾶς ἡκόντων, ὦ Φίρμε, πυθόμενος ὡς τῆς ἀσάρκου καταγνοὺς τροφῆς ἐπὶ τὴν ἔνσαρκον ἀναδεδράμηκας πάλιν βοράν, κατʼ ἀρχὰς μὲν ἠπί- στουν, τῆς τε σῆς σωφροσύνης στοχαζόμενος καὶ τῆς εὐλαβείας ἣν πρὸς τοὺς ταῦτα ὑποδείξαντας παλαιούς τε ὁμοῦ καὶ θεοφόβους ἄνδρας πεποιήμεθα. ἐπεὶ δὲ καὶ ἄλλοι ἐπὶ τοῖς πρώτοις μηνύοντες τὴν ἀγγελίαν ἐβεβαίουν, τὸ μὲν ἐπιπλήττειν σοι, οὕτε κατὰ τὴν παροιμίαν φυγῇ κακοῦ τὸ ἄμεινον εὑρόντι, οὔτε κατὰ τὸν Ἐμπεδοκλέα τὸν μὲν πρότερον ἀποδυσαμένῳ βίον, εἰς δὲ τὸν βελτίω ὑποστρέψαντι, ἀγροῖκόν τʼ εἶναι ἐδόκει καὶ πόρρω τῆς κατὰ τὸν λογισμὸν πειθοῦς εὑ- ρισκομένης· τὸ δʼ αὖ διὰ τοῦ λόγου τὸν ἔλεγχον τῶν ἁμαρτημάτων ἐκκαλύπτειν ἀφʼ οἵων τε εἰς οἷα κατα- βέβηκας μηνύειν, τῆς τε πρὸς ἀλλήλους φιλίας ἀντά- ξιον καὶ τῶν πρὸς ἀλήθειαν τὸν αὐτῶν βίον συν- ταξαμένων εἶναι ἐδικαίουν. καὶ γάρ μοι κατʼ ἐμαυ- τὸν λογιζομένῳ τὴν τῆς μεταθέσεως αἰτίαν, ὑγείας μὲν καὶ ῥώμης, ὡς ἄν ὁ πολὺς καὶ ἰδιώτης φαίη ὄχλος, οὐκ ἄν μεταβαλέσθαι σε φήσαιμι· τοὐναντίον γὰρ καὶ πρὸς ὑγίειαν καὶ πρὸς σύμμετρον ὑπομονὴν τῶν περὶ φιλοσοφίαν πόνων τὴν ἄσαρκον δίαιταν αὐτὸς συνὼν ἡμῖν ὡμολόγεις συμβάλλεσθαι· τῇ τε πείρᾳ γινώσκειν πάρεστιν ὡς ταῦτα λέγων ἠλήθευες. ἢ δι᾿ ἀπάτην οὖν ἢ τὸ μηδὲν διαφέρειν ἡγεῖσθαι πρὸς φρό- νησιν τὸ οὕτως ἢ ἐκείνως διαιτᾶσθαι, διʼ ἄλλην ἴσως αἰτίαν ἥν ἀγνοῶ, φόβον τῆς ἐν τῷ παραβαίνειν ἀσεβείας ἐπαρτῶσαν μείζονα ἐπὶ τὰ πρόσθεν ἀναδρα- μεῖν σε παρανομήματα ἐφαίνετο. οὐ γὰρ δὴ διʼἀκρα- σίαν καὶ πόθον τῆς ὀψοφάγου λαιμαργίας καταφρο- νῆσαι τῶν πατρίων ἧς ἐζήλωκας φιλοσοφίας νόμων φήσαιμι ἄν σε, οὐδʼ ἐλάττω τὴν φύσιν τῶν παρά τι- σιν ἰδιωτῶν εἶναι, οἵ νόμους ἐναντίους οἷς ἔζων πρό- τερον καταδεξάμενοι τομάς τε μορίων ὑπομένουσι, καί τινων ζῴων, ὧν πρόσθεν ἐνεφοροῦντο, ἀπόσχοιντο ἂν μᾶλλον ἢ ·κρεῶν ἀνθρωπείων. ἐπεὶ δέ τινες τῶν ἀφικομένων καὶ λόγους ἀπεμνημόνευον, οὕς κατὰ τῶν ἀπεχομένων ἐποιοῦ, οὐ σχετλιάζειν μόνον, ἀλλὰ καὶ νεμεσᾶν παρῆν, εἰ ψυχροῖς καὶ ἄγαν ἑώλοις σοφι- σματίοις πεισθέντες αὐτούς τε ἀπατᾶν καὶ παλαιὸν δόγμα καὶ θεοῖς φίλον ἀνατρέπειν ὑπεμείνατε. ὅθεν μοι ἐδόκει μὴ μόνον τὸ οἰκεῖον ὑποδεικνύναι ὡς ἔχει, ἀλλὰ καὶ τὰ τῶν ἐναντίων πολλῷἰσχυρότερα τῶν ὑφʼ ὑμῶν λεγομένων ὄντα καὶ πλήθει καὶ δυνάμει καὶ ταῖς ἄλλαις κατασκευαῖς συναγαγεῖν τε καὶ λῦσαι, οὐδʼ ὑπὸ τῶν ἐμβριθῶν δοκούντων εἶναι, οὐχ ὅτι τῶν ἑώλων καὶ ἐπιπολαίων σοφισμάτων τὸ ἀληθὲς ἡττημένον δεικνύντα. ἴσως γὰρ ἀγνοεῖς ὅτι τῇ ἀποχῇ τῶν ἐμψύχων οὐκ ὀλίγοι ἀντειρήκασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων οἵ τʼ ἀπὸ τοῦ περιπάτου καὶ τῆς στοᾶς καὶ τοῦ Ἐπικούρου τὸ πλεῖστον τῆς ἀντιλογίας πρὸς τὴν Πυθαγόρου καὶ Ἐμπεδοκλέους ἀποτεινόμενοι φιλο- σοφίαν, ἧς ζηλωτὴς εἶναι ἐσπούδακας· τῶν τε φιλο- λόγων συχνοὶ καὶ Κλώδιός τις Νεαπολίτης πρὸς τοὺς ἀπεχομένους τῶν σαρκῶν βιβλίον κατεβάλετο. ὧν τὰς πραγματευτικὰς καὶ κοινὰς πρὸς τὸ δόγμα ζητή- σεις παραθήσομαι, τὰς ἰδίως πρὸς τὰ τοῦ Ἐμπεδο- κλέους φερομένας κατασκευὰς παραιτησάμενος. εὐθὺς τοίνυν φασὶν οἱ ἀντιλέγοντες τὴν δικαιο- σύνην συγχεῖσθαι καὶ τὰ ἀκίνητα κινεῖσθαι, ἐὰν τὸ δίκαιον μὴ πρὸς τὸ λογικὸν μόνον τείνωμεν, ἀλλὰ καὶ πρὸς τὸ ἄλογον· οὐ μόνον τοὺς ἀνθρώπους καὶ τοὺς θεοὺς πρὸς ἡμᾶς ἡγούμενοι, οἰκείως δὲ καὶ πρὸς τὰ ἄλογα θηρία τὰ μηδὲν ἡμῖν προσήκοντα ἔχοντες, καὶ οὐχὶ τοῖς μὲν πρὸς ἔργον χρώμενοι, τοῖς δὲ πρὸς ἐδωδήν, ἔκφυλα καὶ ἄτιμα τῆς κοινωνίας καθάπερ πολιτείας νομίζοντες. ὁ γὰρ καθάπερ ἀνθρώποις καὶ τούτοις χρώμενος φειδόμενός τε καὶ μὴ βλάπτων, προσάπτων τῇ δικαιοσύνῃ ὅ μὴ δύναται φέρειν, καὶ τὸ δυνατὸν αὐτῆς ἀπόλλυσι καὶ διαφθείρει τῷ ἀλλο- τρίῳ τὸ οἰκεῖον. γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένοις τὸ ζῆν ἀδύ- νατον καὶ ἄπορον, καὶ τρόπον τινὰ θηρίων βίον βιω- σόμεθα τὰς ἀπό τῶν θηρίων προέμενοι χρείας. ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθ- μῷ μυριάδας, οἵ τροφὴν σάρκας, ἄλλο δὲ οὐδὲν ἴσα- σιν. ἀλλὰ καὶ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐναργὴς τέχνη, τίς κόσμος διαίτης, ἄν ὡς πρὸς ὁμόφυλα τὰ ζῷα διακεώμεθα ἀβλαβῶς καὶ μετὰ εὐλαβείας αὐτοῖς προσφερώμεθα; εἰπεῖν γὰρ ἔργον οὐδέν. οὐδὲ φάρμακον οὐδὲ ἴαμα τῆς ἢ τὸν βίον ἀναιρούσης ἀπορίας ἢ τὴν δικαιοσύνην ἔχομεν, ἄν μὴ τὸν ἀρχαῖον νόμον καὶ ὅρον φυλάττωμεν, ᾧ καθʼ Ἡσίοδον ὁ Ζεὺς τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην πρὸς ἀλλήλους.