ἔτι δὲ καὶ περὶ τῆς διδασκαλίαςαὐτοῦ οἱ πλείους τὰ μὲν τῶν μαθηματικῶν καλου- μένων ἐπιστημῶν παρʼ Αἰγυπτίων τε καὶ Χαλδαίων καὶ Φοινίκων φασὶν ἐκμαθεῖν· γεωμετρίας μὲν γὰρ ἐκ παλαιῶν χρόνων ἐπιμεληθῆναι Αἰγυπτίους, τὰ δὲ περὶ ἀριθμούς τε καὶ λογισμούς Φοίνἱκας, Χαλδαί- ους δὲ τὰ περὶ τὸν οὐρανὸν θεωρήματα· περὶ δὲ τὰς τῶν θεῶν ἁγιστείας καὶ τὰ λοιπὰ τῶν περὶ τὸν βίον ἐπιτηδευμάτων παρὰ τῶν μάγων φασὶ διακοῦσαί τε καὶ λαβεῖν. καὶ ταῦτα μὲν σχεδὸν πολλοὺς ἐπιγι- γνώσκειν διὰ τὸ γεγράφθαι ἐν ὑπομνήμασι, τὰ δὲ λοιπὰ τῶν ἐπιτηδευμάτων ἧττον εἶναι γνώριμα· πλὴν τοσαύτῃ γε ἁγνείᾳ φησὶν Εὔδοξος ἐν τῇ ἑβδόμῃ τῆς γῆς περιόδου κεχρῆσθαι καὶ τῇ περὶ τοὺς φό- νους φυγῇ καὶ τῶν φονευόντων, ὡς μὴ μόνον τῶν ἐμψύχων ἀπέχεσθαι, ἀλλὰ καὶ μαγείροις καὶ θηρά- τορσι μηδέποτε πλησιάζειν. Ἀντιφῶν δʼ ἐν τῷ περὶ τοῦ βίου τῶν ἐν ἀρετῇ πρωτευσάντων καὶ τὴν καρ- τερίαν αὐτοῦ τὴν ἐν Αἰγύπτῳ διηγεῖται λέγων τὸν Πυθαγόραν ἀποδεξάμενον τῶν Αἰγυπτίων ἱερέων τὴν ἀγωγὴν σπουδάσαντά τε μετασχεῖν ταύτης δεη- θὴναι Πολυκράτους τοῦ τυράννου γράψαι πρὸς Ἄμα- σιν τὸν βασιλέα τῆς Αἰγύπτου, φίλον ὄντα καὶ ξένον, ἵνα κοινωνήσῃ τῆς τῶν προειρημένων παιδείας. ἀφικόμενον δὲ πρὸς Ἄμασιν λαβεῖν γράμματα πρὸς τούς ἱερέας καὶ συμμίξαντα τοῖς Ἡλιοπολίταις ἐκ- πεμφθῆναι μὲν εἰς Μέμφιν ὡς πρὸς πρεσβυτέρους, τῇ γʼ ἀληθείᾳ σκηπτομένων τῶν Ἡλιοπολιτῶν τὰ τοιαῦτα, ἐκ δὲ Μέμφεως κατὰ τὴν ὁμοίαν σκῆψιν πρὸς Διοσπολίτας ἐλθεῖν. τῶν δʼ οὐ δυναμένων προΐσχεσθαι αἰτίας διὰ τὸ δέος τοῦ βασιλέως, νομι- σάντων δʼ ἐν τῷ μεγέθει τῆς κακοπαθείας ἀποστή- σειν αὐτὸν τῆς ἐπιβολῆς, προστάγματα σκληρὰ καὶ κεχωρισμένα τῆς Ἑλληνικῆς ἀγωγῆς κελεῦσαι ὑπο- μεῖναι αὐτόν. τὸν δὲ ταῦτα ἐκτελέσαντα προθύμως οὕτως θαυμασθῆναι, ὡς ἐξουσίαν λαβεῖν θύειν τοῖς θεοῖς καὶ προσιέναι ταῖς τούτων ἐπιμελείαις, ὅπερ ἐπʼ ἄλλου ξένου γεγονὸς οὐχ εὑρίσκεται. ἐπαν- ελθόντα δʼ εἰς τὴν Ἰωνίαν κατασκευάσαι ἐν τῇ πα- τρίδι διδασκαλεῖον τὸ Πυθαγόρου καλούμενον ἔτι καὶ νῦν ἡμικύκλιον, ἐν ᾧ οἱ Σάμιοι περὶ τῶν κοινῶν συνιόντες βουλεύονται. ἔξω δὲ τῆς πόλεως ἄντρον οἰκεῖον τῆς ἑαυτοῦ φιλοσοφίας ποιήσαντα, ἐν τούτῳ τὰ πολλὰ τῆς ἡμέρας καὶ τῆς νυκτὸς διατρίβειν συν- όντα ὀλίγοις τῶν ἑταίρων. γεγονότα δʼ ἐτῶν τεσ- σαράκοντα, φησὶν ὁ Ἀριστόξενος, καὶ ὁρῶντα τὴν τοῦ Πολυκράτους τυραννίδα συντονωτέραν οὖσαν, ὥστε καλῶς ἔχειν ἐλευθέρῳ ἀνδρὶ τὴν ἐπιστατείαν τε καὶ δεσποτείαν μὴ ὑπομένειν, οὕτως δὴ τὴν εἰς Ἰτα- λίαν ἄπαρσιν ποιήσασθαι. Διογένους δʼ ἐν τοῖς ὑπὲρ Θούλην ἀπίστοις τὰ κατὰ τὸν φιλόσοφον ἀκρι- βῶς διελθόντος, ἔκρινα μηδαμῶς τὰ τούτου παρ- ελθεῖν. φησὶ δὲ Μνήσαρχον Τυρρηνὸν ὄντα κατὰ γένος τῶν Δῆμνον καὶ Ἴμβρον καὶ Σκύρον κατοι- κησάντων Τυρρηνῶν κᾀκεῖθεν μεταστάντα πολλὰς μὲν πόλεις πολλὰ δὲ χωρία ἐπιόντα ἐπιτυχεῖν ποτὲ παιδὶ νηπίῳ ὑπὸ λεύκῃ μεγάλῃ καὶ εὐφυεῖ κειμένῳ· ἐπιστάντα δὲ θεάσασθαι ὕπτιον εἰς τὸν οὐρανὸν ἀνα- βλέποντα πρὸς ἥλιον ἀσκαρδαμυκτὶ καὶ τῷ στόματι ἐνιέντα κάλαμον σμικρὸν καὶ λεπτὸν καθάπερ αὐλόν. θαυμάσαντα δὲ καὶ δρόσῳ ἐκ τῆς λεύκης καταστα- ζούσῃ θεασάμενον τρεφόμενον ἀναλαβεῖν, θείαν τινὰ νομίζοντα τὴν τοῦ παιδίου εἶναι γένεσιν· ἀνδρωθὲν δʼ ἐν Σάμῳ ἀναληφθῆναι ὑπὸ τοῦ Ἀνδροκλέους ἐπι- χωρίου, ὅς τὴν ἐπιμέλειαν αὐτῷ τῆς οἰκίας ἐνεχεί- ρισεν. βιοῦντα δʼ ἐν ἀφθόνοις ἀνατρέφειν τὸ παι- δίον Ἀστραῖον καλέσαντα μετὰ τῶν αὑτοῦ παίδων τριῶν ὄντων, Εὐνόστου καὶ Τυρρηνοῦ καὶ Πυθα- γόρου· ὅν καὶ υἱὸν ἔθετο Ἀνδροκλῆς ὄντα νεώτατον.