Δικαίαρχος δὲ καὶ οἱ ἀκριβέστεροι καὶ τὸν Πυθαγόραν φασὶ παρεῖναι τῇ ἐπιβουλῇ. Φερεκύδην γὰρ πρὸ τῆς ἐκ Σάμου ἀπάρσεως τελευτῆσαι. τῶν δὲ ἑταίρων ἀθρόους μὲν τετταράκοντα ἐν οἰκίᾳ τινὸς παρεδρεύοντας ληφθῆναι, τοὺς δὲ πολλούς σποράδην κατὰ τὴν πόλιν ὡς ἔτυχον εἰς ἄστυ διαφθαρῆναι. Πυθαγόραν δὲ κρατουμένων τῶν φίλων τὸ μὲν πρῶτον εἰς Καυλωνίαν τὸν ὅρμον σωθὴναι, ἐκεῖθεν δὲ πάλιν εἰς Δοκρούς. πυθομένους δὲ τοὺς Δοκροὺς τῶν γερόντων τινὰς ἐπὶ τὰ τῆς χώρας ὅρια ἀποστεῖλαι. τούτους δὲ πρὸς αὐτὸν ἀπαντήσαντας εἰπεῖν “ἡμεῖς, ὠ Πυθαγόρα, σοφὸν μὲν ἄνδρα σε καὶ δεινὸν ἀκούομεν· ἀλλʼ ἐπὶ τοῖς ἰδίοις νόμοις οὐθὲν ἔχομεν ἐγκαλεῖν. αὐτοὶ μὲν ἐπὶ τῶν ὑπαρχόντων πειρασόμεθα μένειν· σὺ δʼ ἑτέρωθί που βάδιζε λαβὼν παρʼ ἡμῶν εἴ του κεχρημένος τῶν ἀναγκαίων τυγχάνεις.” ἐπεὶ δʼ ἀπὸ τῆς τῶν Δοκρῶν πόλεως τὸν εἰρημένον ἀπηλλάγη τρόπον, εἰς Τάραντα πλεῦσαι· πάλιν δὲ κἀκεῖ παραπλήσια παθόντα τοῖς περὶ Κρότωνα εἰς Μεταπόντιον ἐλθεῖν. πανταχοῦ γὰρ ἐγένοντο μεγάλαι στάσεις, ἃς ἔτι καὶ νῦν οἱ περὶ τοὺς τόπους μνημονεύουσί τε καὶ διηγοῦνται, τὰς ἐπὶ τῶν Πυθαγορείων καλοῦντες. Πυθαγόρειοι δʼ ἐκλήθησαν ἡ σύστασις ἅπασα ἡ συνακολουθήσασα αὐτῷ. ἐν δὲ τῇ περὶ Μεταπόντιον καὶ Πυθαγόραν αὐτὸν λέγουσι τελευτῆσαι καταφυγόντα ἐπὶ τὸ Μουσῶν ἱερόν, σπάνει τῶν ἀναγκαίων τεσσαράκοντα ἡμέρας διαμείναντα. οἱ δὲ φασὶν ὅτι τοῦ πυρὸς νεμομένου τὴν οἴκησιν ἐν ᾗ συνειλεγμένοι ἐτύγχανον, θέντας αὐτοὺς εἰς τὸ πῦρ τοὺς ἑταίρους δίοδον παρέχειν τῷ διδασκάλῳ, γεφυρώσαντας τὸ πῦρ τοῖς σφετέροις σώμασι. διεκπεσόντα δʼ ἐκ τοῦ πυρὸς τὸν Πυθαγόραν διὰ τὴν ἐρημίαν τῶν συνήθων ἀθυμήσαντα ἑαυτὸν τοῦ βίου ἐξαγαγεῖν. τῆς δὲ συμφορᾶς οὕτως κατασχούσης το]υς ἄνδρας συνεξέλιπε καὶ ἡ ἐπιστήμη ἄρρητος ἐν τοῖς στήθεσι φυλαχθεῖσα 28. περιπίπτεις, ὧ καλέ· ὁ γὰρ μηδέποτε κλάων πῶς ὑπὸ ἀθυμίας ἀπήγζατο; ἄχρι τότε, μόνων τῶν δυσσυνέτων παρὰ τοῖς ἔξω διαμνημονευομένων. οὔτε γὰρ τοῦ Πυθαγόρου σύγγραμμα ἦν, οἵ τʼ ἐκφυγόντες Δύσις τε καὶ Ἄργμιππος καὶ ὅσοι ἀποδημοῦντες ἐτύγχανον, ὀλίγα διέσωσαν ζώπυρα τῆς φιλοσοφίας ἀμυδρά τε καὶ δυσθήρατα. μονωθέντες γὰρ καὶ ἐπὶ τῷ συμβάντι ἀθυμήσαντες διεσπάρησαν ἄλλος ἀλλαχοῦ, τὴν πρὸς ἀνθρώπους κοινωνίαν ἀποστραφέντες. διευλαβούμενοι δὲ μὴ παντελῶς ἐξ ἀνθρώπων ἀπόληται τὸ φιλοσοφίας ὄνομα καὶ θεοῖς αὐτοῖς διὰ τοῦτο ἀπεχθάνωνται, ὑπομνήματα κεφαλαιώδη συνταξάμενοι τά τε τῶν πρεσβυτέρων συγγράμματα καὶ ὧν διεμέμνηντο συναγαγόντες κατέλιπεν ἕκαστος οὗπερ ἐτύγχανε τελευτῶν, ἐπισκήψαντες υἱοῖς ἢ θυγατράσιν ἢ γυναιξὶ μηδενὶ δοῦναι τῶν ἐκτὸς τῆς οἰκίας· αἱ δὲ μέχρι πολλοῦ χρόνου τοῦτο διετήρησαν ἐκ διαδοχῆς τὴν αὐτὴν ἐντολὴν διαγγέλλουσαι τοῖς ἀπογόνοις. τεκμηραίμεθα δέ, φησὶ Νικόμιαχος, περὶ τοῦ μὴ παρέργως αὐτοὺς τὰς ἀλλοτρίας ἐκκλίνειν φιλίας, ἀλλὰ πάνυ σπουδαίως περικάμπτειν αὐτὰς καὶ φυλάττεσθαι καὶ μὴν περὶ τοῦ μέχρι πολλῶν γενεῶν τὸ φιλικὸν πρὸς ἀλλήλους ἀνένδοτον αὐτοὺς διατετηρηκέναι, καὶ ἐξ ὧν Ἀριστόξενος ἐν τῷ περὶ τοῦ Πυθαγόρου βίου αὐτὸς διακηκοέναι φησὶ Διονυσίου τοῦ Σικελίας τυράννου, ὅτʼ ἐκπεσὼν τῆς μοναρχίας γράμματα ἐν Κορίνθῳ ἐδίδασκεν. φησὶ δʼ οὕτως. οἴκτων καὶ δακρύων καὶ πάντων τῶν τοιούτων εἴργεσθαι τοὺς ἄνδρας ἐκείνους ὡς ἐνδέχεται μάλιστα. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ θωπείας καὶ δεήσεως καὶ λιτανείας καὶ πάντων τῶν τοιούτων. βουλόμενος οὖν ποτὲ Διονύσιος πεῖραν αὐτῶν λαβεῖν, λεγομένων τινῶν ὡς συλληφθέντες οὐκ ἐμμενοῦσι τῇ πρὸς ἀλλήλους πίστει, τῷδʼ ἐποίησεν. συνελήφθη μὲν Φιντίας καὶ ἀνήχθη πρὸς τὸν τύραννον. κατηγορεῖν δʼ αὐτὸν Διονύσιον ὡς ἐπιβουλεύοντα αὐτῷ· καὶ δὴ τοῦτο ἐξεληλέγχθαι κεκρίσθαι τʼ ἀποθνήσκειν αὐτόν. τὸν δέ, ἐπεὶ οὕτως αὐτῷ δέδοκται, εἰπεῖν δοθῆναί γε τὸ λοιπὸν τῆς ἡμέρας, ὅπως οἰκονομήσηται τά τε καθʼ ἑαυτὸν καὶ τὰ κατὰ Δάμωνα· εἶναι γὰρ αὐτῷ ἑταῖρον καὶ κοινωνόν· πρεσβύτερον δʼ αὐτὸν ὄντα πολλὰ τῶν περὶ τὴν οἰκονομίαν εἰς αὐτὸν ἀνειληφέ ναι. ἠξίου δʼ ἀφεθῆναι ἐγγυητὴν παρασχὼν τὸν Δάμωνα. συγχωρήσαντος δὲ τοῦ Διονυσίου μεταπεμφθεὶς ὁ Δάμων καὶ τὰ συμβάντα ἀκούσας ἐνεγγυήσατο καὶ ἔμεινεν ἕως ἂν ἐπανέλθῃ ὁ Φιντίας. ὁ μὲν οὖν Διονύσιος ἐξεπλήττετο ἐπ τοῖς γιγνομένοις. ἐκείνους δὲ τοὺς ἐξ ἀρχῆς εἰσαγαγόντας τὴν διάπειραν τὸν Δάμωνα χλευάζειν ὡς ἐγκαταλειφθησόμενον. ὄντος δὲ τοῦ ἡλίου περὶ δυσμὰς ἥκειν τὸν Φιντίαν ἀποθανούμενον, ἐφʼ ᾧ πάντας ἐκπλαγῆναι. Διονύσιον δὲ περιβαλόντα καὶ φιλήσαντα τοὺς ἄνδρας ἀξιῶσαι τρίτον αὑτὸν εἰς τὴν φιλίαν παραδέξασθαι· τοὺς δὲ μηδενὶ τρόπῳ καίτοι πολλὰ λιπαροῦντος αὐτοῦ συγκαταθεῖναι εἰς τοιοῦτο. καὶ ταῦτα μὲν Ἀριστόξενος ὡς παρʼ αὐτοῦ ἀκούσας Διονυσίου ἀπήγγειλεν. Ἱππόβοτος δὲ καὶ Νεάνθης περὶ Μυλλίου καὶ Τιμύχας ἱστοροῦσι...