<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2034.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="51"><p rend="merge">ὁμοίως δὲ ἐπὶτῶν ἄλλων ἀριθμῶν ὁ αὐτὸς λόγος· πᾶς γὰρ κατά τινων δυνάμεων τέτακται. πάλιν γὰρ ἔστι τι ἐν τῇ φύσει τῶν πραγμάτων ἔχον ἀρχὴν καὶ μέσον καὶ τελευτήν. <lb n="20"/> κατὰ τοῦ τοιούτου εἴδους καὶ κατὰ τῆς τοιαύτης φύσεως τὸν τρία ἀριθμὸν κατηγόρησαν. διὸ καὶ πᾶν τὸ μεσότητι προσκεχρημένον τριοειδὲς εἶναι φασίν. οὕτως δὲ καὶ πᾶν τὸ τέλειον προσηγόρευσαν. καὶ εἴ τί ἐστι τέλειον, τοῦτο φασὶν ἐκείνῃ τῇ ἀρχῇ <lb n="25"/> προσκεχρῆσθαι καὶ κατʼ ἐκείνην κεκοσμῆσθαι. ἣν ἄλλως μὴ δυνάμενοι ὀνομάσαι τῷ τῆς τριάδος ὀνόματι ἐπʼ αὐτῆς ἐχρήσαντο· καὶ εἰς ἔννοιαν αὐτῆς βουλόμενοι εἰσαγαγεῖν ἡμᾶς διὰ τοῦ εἴδους τούτου ταύτῃ εἰσήγαγον. καὶ ἐπὶ τῶν ἄλλων δʼ ἀριθμῶν ὁ <lb n="30"/> αὐτὸς λόγος. οὗτοι οὖν οἱ λόγοι καθʼ οὓς οἱ ῥηθέντες ἀριθμοὶ ἐτάγησαν.</p></div><div type="textpart" subtype="section" n="52"><p rend="merge">καὶ οἱ ἑξῆς περιέχονται ὑπὸ μιᾶς <pb n="35"/> τινὸς ἰδέας καὶ δυνάμεως· ταύτην δεκάδα οἷον δεχάδα προσηγόρευσαν. διʼ ὅ καὶ τέλειον ἀριθμὸν τὸν δέκα εἶναι λέγουσι, μᾶλλον δὲ τελειότατον ἀπάντων, πᾶσαν διαφορὰν ἀριθμοῦ καὶ πᾶν εἶδος λόγου καὶ <lb n="5"/> ἀναλογίαν ἐν ἑαυτῷ περιειληφότα. εἰ γὰρ ἡ τοῦ παντὸς φύσις κατʼ ἀριθμῶν λόγους τε καὶ ἀναλογίας περατοῦται καὶ πᾶν τὸ γεννώμενον καὶ αὐξανόμενον καὶ τελειούμενον κατʼ ἀριθμῶν λόγους διεξάγει, πάντα δὲ λόγον καὶ πᾶσαν ἀναλογίαν καὶ πᾶν εἶδος <lb n="10"/> ἀριθμοῦ περιέχει ἡ δεκάς, πῶς οὐκ ἂν τέλειος ἀριθμὸς λέγοιτο αὕτη; </p></div><div type="textpart" subtype="section" n="53"><p rend="merge">ἡ μὲν δὴ περὶ τῶν ἀριθμῶν πραγματεία τοιαύτη τοῖς Πυθαγορείοις. καὶ διὰ ταύτην πρωτίστην οὖσαν τὴν φιλοσοφίαν ταύτην συνέβη σβεσθῆναι, πρῶτον μὲν διὰ τὸ αἰνιγματῶδες, ἔπειτα <lb n="15"/> διὰ τὸ καὶ τὰ γεγραμμένα δωριστὶ γεγράφθαι, ἐχούσης τι καὶ ἀσαφὲς τῆς διαλέκτου καὶ μηδὲν διὰ τοῦτο ὑπονοεῖσθαι καὶ τὰ ὑπʼ αὐτῆς ἀνιστορούμενα δόγματα ὡς νόθα καὶ παρηκουσμένα τῷ μὴ ἄντικρυς Πυθαγορικοὺς εἶναι τοὺς ἐκφέροντας ταῦτα. πρὸς δὲ <lb n="20"/> τούτοις τὸν Πλάτωνα καὶ Ἀριστοτέλη Σπεύσιππόν τε καὶ Ἀριστόξενον καὶ Ξενοκράτη, ὡς φασὶν οἱ Πυθαγόρειοι, τὰ μὲν κάρπιμα σφετερίσασθαι διὰ βραχείας ἐπισκευῆς, τὰ δʼ ἐπιπόλαια καὶ ἐλαφρὰ καὶ ὅσα πρὸς διασκευὴν καὶ χλευασμὸν τοῦ διδασκαλείου <lb n="25"/> ὑπὸ τῶν βασκάνων ὕστερον συκοφαντούντων προβάλλεται συναγαγεῖν καὶ ὡς ἴδια τῆς αἱρέσεως καταχωρίσαι. ἀλλὰ ταῦτα μὲν ἀπέβη ὕστερον.</p></div><div type="textpart" subtype="section" n="54"><p rend="merge">Πυθαγόρας δʼ ἄχρι πολλοῦ κατὰ τὴν Ἰταλίαν οὕτως ἐθαυμάζετο αὐτός τε καὶ οἱ συνόντες αὐτῷ ἑταῖροι, ὥστε <lb n="30"/> καὶ τὰς πολιτείας τοῖς ἀπʼ αὐτοῦ ἐπιτρέπειν τὰς πόλεις. ὀψὲ δέ ποτε ἐφθονήθησαν, καὶ συνέστη κατʼ αὐτῶν ἐπιβουλὴ τοιάδε τις. Κύλων ἀνὴρ Κροτωνιάτης, <pb n="36"/> κατὰ μὲν τὸ γένος καὶ δόξαν προγονικὴν καὶ βίου περιουσίαν πάντας ὑπερβάλλων τοὺς πολίτας, χαλεπὸς δʼ ἄλλως καὶ βίαιος καὶ τυραννικός, τῇ τε τῶν φίλων περιβολῇ καὶ τῇ τοῦ πλούτου δυνάμει πρὸς ἰσχὺν ἀδικημάτων χρώμενος, οὗτος τῶν τʼ ἄλλων <lb n="5"/> ἁπάντων ἅ ἐδόκει καλὰ ἑαυτὸν ἠξίου, ἡγεῖτο δὲ καὶ τῆς Πυθαγόρου φιλοσοφίας ἀξιώτατον εἶναι μετασχεῖν. πρόσεισι τῷ Πυθαγόρᾳ ἑαυτὸν ἐπαινῶν ὡς βουλόμενος συνεῖναι αὐτῷ. ὁ δʼ εὐθὺς φυσιογνωμονήσας τὸν ἄνδρα καὶ ὁποῖος ἦν συνιδὼν ἐκ τῶν σημείων ἃ διὰ <lb n="10"/> τοῦ σώματος ἐθήρα τῶν προσιόντων, ἀπιέναι ἐκέλευσε καὶ τὰ ἑαυτοῦ πράττειν. τοῦτο τὸν Κύλωνα οὐ μετρίως ἐλύπησεν ὥσπερ ὑβρισμένον καὶ τὰ ἄλλα χαλεπὸν ὄντα καὶ ὀργῆς ἀκρατῆ.</p></div><div type="textpart" subtype="section" n="55"><p rend="merge">συναγαγὼν οὖν τοὺς φίλους διέβαλλε τὸν Πυθαγόραν καὶ παρεσκεύαζεν <lb n="15"/> ὡς ἐπιβουλεύσων αὐτῷ τε καὶ τοῖς γνωρίμοις. τοὐντεῦθεν δʼ οἱ μὲν φασὶ τῶν ἑταίρων τοῦ Πυθαγόρου συνηγμένων ἐν τῇ Μίλωνος οἰκίᾳ τοῦ ἀθλητοῦ παρὰ τὴν Πυθαγόρου ἀποδημίαν (ὡς γὰρ Φερεκύδη τὸν Σύριον αὐτοῦ διδάσκαλον γενόμενον εἰς <lb n="20"/> Δῆλον πεπόρευτο νοσοκομήσων αὐτὸν περιπετῆ γενόμενον τῷ ἱστορουμένῳ τῆς φθειριάσεως πάθει καὶ κηδεύσων), πάντας πανταχῇ ἐνέπρησαν αὐτοῦ τε καὶ κατέλευσαν, δύο ἐκφυγόντων ἐκ τῆς πυρᾶς, Ἀρχίππου τε καὶ Δύσιδος, ὡς φησὶ Νεάνθης· ὧν ὁ Δνσις <lb n="25"/> ἐν Ἑλλάδι ᾤκησε καὶ Θήβας ἐπῴκησεν Ἐπαμεινώνδᾳ τε συγγέγονεν, οὗ καὶ διδάσκαλος γέγονε.</p></div></div></body></text></TEI>