τοιαῦτα παρῄνει· μάλιστα δʼ ἀληθεύειν· τοῦτο γὰρ μόνον δύνασθαι τοὺς ἀνθρώπους ποιεῖν θεῷ παραπλησίους. ἐπεὶ καὶ τοῦ θεοῦ, ὡς παρὰ τῶν μάγων ἐπυνθάνετο, ὅν Ὡρομάζην καλοῦσιν ἐκεῖνοι, ἐοικέναι τὸ μὲν σῶμα φωτί, τὴν δὲ ψυχὴν ἀληθείᾳ. καὶ ἄλλʼ ἄττα ἐπαίδευεν ὅσα παρὰ Ἀριστοκλείας τῆς ἐν Δελφοῖς ἔλεγεν ἀκηκοέναι. ἔλεγε δέ τινα καὶ μυστικῷ τρόπῳ συμβολικῶς, ἅ δὴ ἐπὶ πλέον Ἀριστοτέλης ἀνέγραψεν. οἷον ὅτι τὴν θάλατταν μὲν ἐκάλει εἶναι δάκρυον, τὰς δʼ ἄρκτους Ῥέας χεῖρας, τὴν δὲ πλειάδα Μουσῶν λύραν, τοὺς δὲ πλανήτας κύνας τῆς Φερσεφόνης. τὸν δʼ ἐκ χαλκοῦ κρουομένου γινόμενον ἦχον φωνὴν εἶναί τινος τῶν δαιμόνων ἐναπειλημμένην τῷ χαλκῷ. ἦν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιοῦτον. ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ πλεονεκτεῖν. μὴ τὸ πῦρ τῇ μαχαίρᾳ σκαλεύειν, ὅπερ ἦν μὴ τὸν ἀνοιδοῦντα καὶ ὀργιζόμενον κινεῖν λόγοις τεθηγμένοις. στέφανόν τε μὴ τίλλειν, τουτέστι τοὺς νόμους μὴ λυμαίνεσθαι· στέφανοι γὰρ πόλεων οὗτοι. πάλιν δʼ οὖ ἕτερα τοιαῦτα. μὴ καρδίαν ἐσθίειν, οἷον μὴ λυπεῖν ἑαυτὸν ἀνίαις. μηδʼ ἐπὶ χοίνικος καθέζεσθαι, οἷον μὴ ἀργὸν ζῆν. μηδʼ ἀποδημοῦντα ἐπιστρέφεσθαι, μὴ ἔχεσθαι τοῦ βίου τούτου ἀποθνήσκοντα· τὰς λεωφόρους μὴ βαδίζειν, διʼ οὗ ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἐκώλυεν, τὰς δὲ τῶν λογίων καὶ πεπαιδευμένων μεταθεῖν. μηδὲ χελιδόνας ἐν οἰκίᾳ δέχεσθαι, τουτέστι λάλους ἀνθρώπους καὶ περὶ γλῶτταν ἀκρατεῖς ὁμωροφίους μὴ ποιεῖσθαι. φορτίον δὲ συνανατιθέναι μὲν τοῖς βαστάζουσι, συγκαθαιρεῖν δὲ μή, διʼ οὐ παρῄνει μηδενὶ πρὸς ῥᾳστώνην, ἀλλὰ πρὸς ἀρετὴν συμπράττειν. θεῶν τʼ εἰκόνας ἐν δακτυλίοις μὴ φορεῖν, τουτέστι τὴν περὶ θεῶν δόξαν καὶ λόγον πρόχειρον μηδὲ φανερὸν ἔχειν μηδὲ εἰς πολλούς προφέρειν. σπονδάς τε ποιεῖσθαι τοῖς θεοῖς κατὰ τὸ οὖς τῶν ἐκπωμάτων· ἐντεῦθεν γὰρ ᾐνίττετο τιμᾶν τοὺς θεοὺς καὶ ὑμνεῖν τῆ μουσικῇ· αὕτη γὰρ διὰ ὤτων χωρεῖ. μὴ ἐσθίειν ὅσα μὴ θέμις, γένεσιν, αὔξησιν, ἀνχήν, τελευτήν, μηδʼ ἐξ ὧν ἡ πρώτη τῶν πάντων ὑπόθεσίς γίνεται. ἔλεγε δʼ ἀπέχεσθαι τῶν καταθυομένων ὀσφύος καὶ διδύμων καὶ αἰδοίων καὶ μυελοῦ καὶ ποδῶν καὶ κεφαλῆς. ὑπόθεσιν μὲν γὰρ τὴν ὀσφῦν ἐκάλει, διότι ἐπὶ ταύτῃ ὡς ἐπὶ θεμελίῳ συνίσταται τὰ ζῷα· γένεσιν δὲ τοὺς διδύμους καὶ αἰδοῖα, ἄνευ γὰρ τῆς τούτων ἐνεργείας οὐ γίνεται ζῷον· αὔξησιν δὲ τὸν μυελὸν ἐκάλει, ὅς τοῦ αὔξεσθαι πᾶσι ζῴοις αἴτιος· ἀρχὴν δὲ τοὺς πόδας, τὴν δὲ κεφαλὴν τελευτήν· ἅπερ τὰς μεγίστας ἡγεμονίας ἔχει τοῦ σώματος. ἴσα δὲ κυάμων παρῄνει ἀπέχεσθαι καθάπερ ἀνθρωπίνων σαρκῶν. ἱστοροῦσι δʼ αὐτὸν ἀπαγορεύειν τὸ τοιοῦτον ὅτι τῆς πρώτης ἀρχῆς καὶ γενέσεως ταραττομένης καὶ πολλῶν ἅμα συνηνεγμένων καὶ συσπειρομένων καὶ συσσηπομένων ἐν τῇ γῇ κατʼ ὀλίγον γένεσις καὶ διάκρισις συνέστη ζῴων τε ὁμοῦ γεννωμένων καὶ φυτῶν ἀναδιδομένων, τότε δὴ ἀπὸ τῆς αὐτῆς σηπεδόνος ἀνθρώπους συστῆναι καὶ κύαμον βλαστῆσαι. τούτου τε φανερὰ ἐπῆγε τεκμήρια. εἰ γάρ τις διατρώγων κύαμον καὶ τοῖς ὀδοῦσι λεάνας ἐν ἀλέᾳ τῆς τοῦ ἡλίου βολῆς καταθείη πρὸς ὀλίγον, εἶτʼ ἀποστὰς ἐπανέλθοι μετʼ οὐ πολύ, εὕροι ἂν ὀδωδότα ἀνθρωπείου φόνου· εἰ δὲ καὶ ἀνθοῦντος ἐν τῷ βλαστάνειν τοῦ κυάμου λαβών τις περκάζοντος τοῦ ἄνθους βραχὺ ἐνθείη ἀγγείῳ κεραμεῷ καὶ ἐπίθημα ἐπιθεὶς ἐν τῇ γῇ κατορύξειε καὶ ἐνενήκοντα παραφυλάξειεν ἡμέρας μετὰ τὸ κατορυχθῆναι, εἶτα μετὰ ταῦτα ὀρύξας λάβοι καὶ ἀφέλοι τὸ πῶμα, εὕροι ἄν ἀντὶ τοῦ κυάμου ἢ παιδὸς κεφαλὴν συνεστῶσαν γυναικὸς αἰδοῖον. ἀπέχεσθαι δὲ καὶ ἄλλων παρῄνει, οἷον μήτρας τε καὶ τριγλίδος καὶ ἀκαλήφης, σχεδὸν δὲ καὶ τῶν ἄλλων θαλασσίων ξυμπάντων. ἀνέφερε δʼ αὑτὸν εἰς τοὺς πρότερον γεγονότας, πρῶτον μὲν Εὔφορβος λέγων γενέσθαι, δεύτερον δʼ Αἰθαλίδης, τρίτον Ἑρμότιμος, τέταρτον δὲ Πύρρος, νῦν δὲ Πυθαγόρας. διʼ ὧν ἐδείκνυεν ὡς ἀθάνατος ἡ ψυχὴ καὶ τοῖς κεκαθαρμένοις εἰς μνήμην τοῦ παλαιοῦ βίου ἀφικνεῖται.