<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2034.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="36"><p rend="merge">θύων τε θεοῖς ἀνεπαχθὴς ἦν, ἀλφίτοις τε καὶ ποπάνῳ καὶ λιβανωτῷ <lb n="10"/> καὶ μυρρίνῃ τοὺς θεοὺς ἐξιλασκόμενος, ἐμψύχοις δʼ ἥκιστα, πλὴν εἰ μή ποτε ἀλεκτορίσι καὶ τῶν χοίρων τοῖς ἁπαλωτάτοις. ἐβουθύτησε δέ ποτε σταίτινον, ὡς φασὶ βοῦν οἱ ἀκριβέστεροι, ἐξευρὼν τοῦ ὀρθογωνίου τὴν ὑποτείνουσαν ἴσον δυναμένην ταῖς περιεχούσαις. <lb n="15"/> ὅσα γε μὴν τοῖς προσιοῦσι διελέγετο, ἢ διεξοδικῶς ἢ συμβολικῶς παρῄνει.</p></div><div type="textpart" subtype="section" n="37"><p rend="merge">διττὸν γὰρ ἦναὐτοῦ τῆς διδασκαλίας τὸ σχῆμα. καὶ τῶν προσιόντων οἱ μὲν ἐκαλοῦντο μαθηματικοί, οἱ δʼ ἀκουσματικοί· καὶ μαθηματικοὶ μὲν οἱ τὸν περιττότερον καὶ <lb n="20"/> πρὸς ἀκρίβειαν διαπεπονημένον τῆς ἐπιστήμης λόγον ἐκμεμαθηκότες, ἀκουσματικοὶ δʼ οἱ μόνας τὰς κεφαλαιώδεις ὑποθήκας τῶν γραμμάτων ἄνευ ἀκριβεστέρας διηγήσεως ἀκηκοότες.</p></div><div type="textpart" subtype="section" n="38"><p rend="merge">παρῄνει δὲ περὶ μὲντοῦ θείου καὶ δαιμονίου καὶ ἡρῴου γένους εὔφημον <lb n="25"/> εἶναι καὶ ἀγαθὴν ἔχειν διάνοιαν, γονεῦσι δὲ καὶ εὐεργέταις εὔνουν· νόμοις δὲ πείθεσθαι· προσκυνεῖν δὲ μὴ ἐκ παρέργου τοὺς θεούς, ἀλλʼ οἴκοθεν ἐπὶ τοῦτο ὡρμημένοις· καὶ τοῖς μὲν οὐρανίοις θεοῖς περιττὰ θύειν, τοῖς δὲ χθονίοις ἄρτια. ἐκάλει γὰρ τῶν <lb n="30"/> ἀντικειμένων δυνάμεων τὴν μὲν βελτίονα μονάδα καὶ φῶς καὶ δεξιὸν καὶ ἴσον καὶ μένον καὶ εὐθύ, τὴν <pb n="29"/> δὲ χείρονα δυάδα καὶ σκότος καὶ ἀριστερὸν καὶ ἄνισον παὶ περιφερὲς καὶ φερόμενον. παρῄνει δὲ καὶ τοιάδε.</p></div><div type="textpart" subtype="section" n="39"><p rend="merge"> φυτὸν ἥμερον καὶ εὔκαρπον, ἀλλὰ μηδὲ ζῷον ὅ μὴ βλαβερὸν εἶναι πέφυκε τῷ ἀνθρωπείῳ γένει, μήτε <lb n="5"/> φθείρειν μήτε βλάπτειν. παρακαταθήκην δὲ μὴ χρημάτων μόνον ἀλλὰ καὶ λόγων πιστῶς τῷ παρακαταθεμένῳ φυλάσσειν. τρισσὰς δʼ ἡγεῖσθαι διαφορὰς τῶν ἀξίων σπουδῆς πραγμάτων, ἃ καὶ μετιτέον καὶ μεταχειριστέον· πρῶιον μὲν τῶν εὐκλεῶν καὶ <lb n="10"/> καλῶν, εἶτα τῶν πρὸς τὸν βίον συμφερόντων, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν ἡδέων. ἡδονὴν δὲ οὐ προσίετο τὴν δημώδη καὶ γοητευτικήν, ἀλλὰ τὴν βέβαιον καὶ σεμνοτάτην καὶ καθαρεύουσαν διαβολῆς. διττὴν γὰρ εἶναι διαφορὰν ἡδονῶν· τὴν μὲν γὰρ <lb n="15"/> γαστρὶ καὶ ἀφροδισίοις διὰ πολυτελείας κεχαρισμένην ἀπείκαζε ταῖς ἀνδροφόνοις τῶν Σειρήνων ᾠδαῖς· τὴν δʼ ἐπὶ καλοῖς καὶ δικαίοις καὶ πρὸς τὸ ζῆν ἀναγκαίοις, ὁμοίως καὶ παραχρῆμα ἡδεῖαν καὶ εἰς τὸ ἐπιὸν ἀμεταμέλητον οὖσαν, ἔφασκεν ἐοικέναι Μουσῶν τινὶ <lb n="20"/> ἁρμονίᾳ.</p></div><div type="textpart" subtype="section" n="40"><p rend="merge">δύο δὲ μάλιστα καιροὺς παρηγγύα ἐν φροντίδι θέσθαι, τὸν μὲν ὅτε εἰς ὕπνον τρέποιτο, τὸν δʼ ὅτʼ ἐξ ὕπνου διανίσταιτο. ἐπισκοπεῖν γὰρ προσήκειν ἐν ἑκατέρῳ τούτοιν τά τε ἤδη πεπραγμένα καὶ τὰ μέλλοντα, τῶν μὲν γενομένων εὐθύνας παρʼ <lb n="25"/> ἑαυτοῦ ἕκαστσν λαμβάνοντα, τῶν δὲ μελλόντων πρόνοιαν ποιούμενον. πρὸ μὲν οὖν τοῦ ὕπνου ταῦτα ἑαυτῷ τὰ ἔπη ἐπᾴδειν ἕκαστον· <lg><l>μηδʼ ὕπνον μαλακοῖσιν ἐπʼ· ὄμμασι προσδέξασθαι</l><l>πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν,</l><lb n="30"/><l>πῇ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη;</l></lg> πρὸ δὲ τῆς ἐξαναστάσεως ἐκεῖνα· <pb n="30"/> <lg><l>πρῶτα μὲν ἐξ ὕπνοιο μελίφρονος ἐξυπαναστὰς</l><l>εὖ μάλʼ ὀπιπεύειν ὅσʼ ἐν ἤματι ἔργα τελέσσεις.</l></lg></p></div></div></body></text></TEI>