θύων τε θεοῖςἀνεπαχθὴς ἦν, ἀλφίτοις τε καὶ ποπάνῳ καὶ λιβανωτῷ καὶ μυρρίνῃ τοὺς θεοὺς ἐξιλασκόμενος, ἐμψύχοις δʼ ἥκιστα, πλὴν εἰ μή ποτε ἀλεκτορίσι καὶ τῶν χοίρων τοῖς ἁπαλωτάτοις. ἐβουθύτησε δέ ποτε σταίτινον, ὡς φασὶ βοῦν οἱ ἀκριβέστεροι, ἐξευρὼν τοῦ ὀρθογω- νίου τὴν ὑποτείνουσαν ἴσον δυναμένην ταῖς περιε- l5 χούσαις. ὅσα γε μὴν τοῖς προσιοῦσι διελέγετο, ἢ διεξοδικῶς ἢ συμβολικῶς παρῄνει. διττὸν γὰρ ἦναὐτοῦ τῆς διδασκαλίας τὸ σχῆμα. καὶ τῶν προσιόν- των οἱ μὲν ἐκαλοῦντο μαθηματικοί, οἱ δʼ ἀκουσμα- τικοί· καὶ μαθηματικοὶ μὲν οἱ τὸν περιττότερον καὶ πρὸς ἀκρίβειαν διαπεπονημένον τῆς ἐπιστήμης λόγον ἐκμεμαθηκότες, ἀκουσματικοὶ δʼ οἱ μόνας τὰς κεφα- λαιώδεις ὑποθήκας τῶν γραμμάτων ἄνευ ἀκριβε- στέρας διηγήσεως ἀκηκοότες. παρῄνει δὲ περὶ μὲντοῦ θείου καὶ δαιμονίου καὶ ἡρῴου γένους εὔφημον εἶναι καὶ ἀγαθὴν ἔχειν διάνοιαν, γονεῦσι δὲ καὶ εὐεργέταις εὔνουν· νόμοις δὲ πείθεσθαι· προσκυνεῖν δὲ μὴ ἐκ παρέργου τοὺς θεούς, ἀλλʼ οἴκοθεν ἐπὶ τοῦτο ὡρμημένοις· καὶ τοῖς μὲν οὐρανίοις θεοῖς πε- ριττὰ θύειν, τοῖς δὲ χθονίοις ἄρτια. ἐκάλει γὰρ τῶν ἀντικειμένων δυνάμεων τὴν μὲν βελτίονα μονάδα καὶ φῶς καὶ δεξιὸν καὶ ἴσον καὶ μένον καὶ εὐθύ, τὴν δὲ χείρονα δυάδα καὶ σκότος καὶ ἀριστερὸν καὶ ἄνισον παὶ περιφερὲς καὶ φερόμενον. παρῄνει δὲ καὶ τοιάδε. φυτὸν ἥμερον καὶ εὔκαρπον, ἀλλὰ μηδὲ ζῷον ὅ μὴ βλαβερὸν εἶναι πέφυκε τῷ ἀνθρωπείῳ γένει, μήτε φθείρειν μήτε βλάπτειν. παρακαταθήκην δὲ μὴ χρημάτων μόνον ἀλλὰ καὶ λόγων πιστῶς τῷ παρα- καταθεμένῳ φυλάσσειν. τρισσὰς δʼ ἡγεῖσθαι διαφο- ρὰς τῶν ἀξίων σπουδῆς πραγμάτων, ἃ καὶ μετιτέον καὶ μεταχειριστέον· πρῶιον μὲν τῶν εὐκλεῶν καὶ καλῶν, εἶτα τῶν πρὸς τὸν βίον συμφερόντων, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν ἡδέων. ἡδονὴν δὲ οὐ προσίετο τὴν δημώδη καὶ γοητευτικήν, ἀλλὰ τὴν βέ- βαιον καὶ σεμνοτάτην καὶ καθαρεύουσαν διαβολῆς. διττὴν γὰρ εἶναι διαφορὰν ἡδονῶν· τὴν μὲν γὰρ γαστρὶ καὶ ἀφροδισίοις διὰ πολυτελείας κεχαρισμέ- νην ἀπείκαζε ταῖς ἀνδροφόνοις τῶν Σειρήνων ᾠδαῖς· τὴν δʼ ἐπὶ καλοῖς καὶ δικαίοις καὶ πρὸς τὸ ζῆν ἀναγ- καίοις, ὁμοίως καὶ παραχρῆμα ἡδεῖαν καὶ εἰς τὸ ἐπιὸν ἀμεταμέλητον οὖσαν, ἔφασκεν ἐοικέναι Μουσῶν τινὶ ἁρμονίᾳ. δύο δὲ μάλιστα καιροὺς παρηγγύα ἐν φροντίδι θέσθαι, τὸν μὲν ὅτε εἰς ὕπνον τρέποιτο, τὸν δʼ ὅτʼ ἐξ ὕπνου διανίσταιτο. ἐπισκοπεῖν γὰρ προσήκειν ἐν ἑκατέρῳ τούτοιν τά τε ἤδη πεπραγμένα καὶ τὰ μέλλοντα, τῶν μὲν γενομένων εὐθύνας παρʼ ἑαυτοῦ ἕκαστσν λαμβάνοντα, τῶν δὲ μελλόντων πρό- νοιαν ποιούμενον. πρὸ μὲν οὖν τοῦ ὕπνου ταῦτα ἑαυτῷ τὰ ἔπη ἐπᾴδειν ἕκαστον· μηδʼ ὕπνον μαλακοῖσιν ἐπʼ· ὄμμασι προσδέξασθαι πρὶν τῶν ἡμερινῶν ἔργων τρὶς ἕκαστον ἐπελθεῖν, πῇ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐκ ἐτε- λέσθη; πρὸ δὲ τῆς ἐξαναστάσεως ἐκεῖνα· πρῶτα μὲν ἐξ ὕπνοιο μελίφρονος ἐξυπαναστὰς εὖ μάλʼ ὀπιπεύειν ὅσʼ ἐν ἤματι ἔργα τελέσσεις.