τὸ γὰρ “περιώσια” καὶ “τῶν ὄντων λεύσσεσκεν ἕκα- στα” καὶ “πραπίδων πλοῦτον” καὶ τὰ ἐοικότα ἐμφαν- τικὰ μάλιστα τῆς ἐξαιρέτου καὶ ἀκριβεστέρας παρὰ τοὺς ἄλλους διοργανώσεως ἔν τε τῷ ὁρᾶν καὶ τῷ ἀκούειν καὶ τῷ νοεῖν τοῦ Πυθαγόρου. τὰ δʼ οὖν τῶν ἑπτὰ ἀστέρων φθέγματα καὶ τῆς τῶν ἀπλανῶν ἐπὶ ταύτης τε τῆς ὑπὲρ ἡμᾶς λεγομένης δὲ κατʼ αὐτοὺς ἀντίχθονος τὰς ἐννέα Μούσας εἶναι διεβεβαιοῦτο. τὴν δὲ πασῶν ἅμα σύγκρασιν καὶ συμφωνίαν καὶ ὡσανεὶ σύνδεσμον, ἧσπερ ὡς ἀιδίου τε καὶ ἀγενή- του μέρος ἑκάστη καὶ ἀπόρροια, Μνημοσύνην ὠνό- μαζεν. τὴν δὲ καθʼ ἡμέραν αὐτοῦ διαγωγὴν ἀφη- γούμενος ὁ Διογένης φησὶν ὡς ἅπασι μὲν παρηγγύα φιλοτιμίαν φεύγειν καὶ φιλοδοξίαν, ὅπερ μάλιστα φθόνον ἐργάζεσθαι, ἐκτρέπεσθαι δὲ τὰς μετὰ τῶν πολλῶν ὁμιλίας. τὰς γοῦν διατριβὰς καὶ αὐτὸς ἕωθεν μὲν ἐπὶ τῆς οἰκίας ἐποιεῖτο, ἁρμοζόμενος πρὸς λύραν τὴν ἑαυτοῦ ψυχὴν καὶ ᾄδων παιᾶνας ἀρχαίους τινὰς τῶν Θάλητος. καὶ ἐπῇδε τῶν Ὁμήρου καὶ Ἡσιόδου ὅσα καθημεροῦν τὴν ψυχὴν ἐδοκίμαζε. καὶ ὀρχήσεις δέ τινας ὑπωρχεῖτο ὁπόσας εὐκινησίαν καὶ ὑγείαν 13. ὅλος μυθικός τις εἶ καὶ τῶν Ἑλληνικῶν δοξῶν ἀνά- πλεως. τῷ σώματι παρασκευάζειν ᾤετο. τοὺς δὲ περιπά- τους οὐδʼ αὐτὸς ἐπιφθόνως μετὰ πολλῶν ἐποιεῖτο, ἀλλὰ δεύτερος ἢ τρίτος ἐν ἱεροῖς ἢ ἄλσεσιν, ἐπιλεγό μένος τῶν χωρίων τὰ ἡσυχαίτατα καὶ περικαλλέ- στατα. τοὺς δὲ φίλους ὑπερηγάπα, κοινὰ μὲν τὰ τῶν φίλων εἶναι πρῶτος ἀποφηνάμενος, τὸν δὲ φίλον ἄλλον ἑαυτόν. καὶ ὑγιαίνουσι μὲν αὐτοῖς ἀεὶ συν- διέτριβε, κάμνοντας δὲ τὰ σώματα ἐθεράπευε, καὶ τὰς ψυχὰς δὲ νοσοῦντας παρεμυθεῖτο, καθάπερ ἔφα- μεν, τοὺς μὲν ἐπῳδαῖς καὶ μαγείαις τοὺς δὲ μουσικῇ. ἦν γὰρ αὐτῷ μέλη καὶ πρὸς νόσους σωμάτων παιώ- νια, ἃ ἐπᾴδων ἀνίστη τοὺς κάμνοντας. ἦν δʼ ἃ καὶ λύπης λήθην εἰργάζετο καὶ ὀργὰς ἐπράυνε καὶ ἐπι- θυμίας ἀτόπους ἑξῄρει. τῆς δὲ διαίτης τὸ μὲν ἄρι- στον ἦν κηρίον ἢ μέλι, δεῖπνον δʼ ἄρτος ἐκ κέγχρων ἢ μᾶζα καὶ λάχανα ἑφθὰ καὶ ὠμά, σπανίως δὲ κρέας ἱερείων θυσίμων καὶ τοῦτο οὐδʼ ἐκ παντὸς μέρους. τά γε μὴν πλεῖστα ὁπότε θεῶν ἀδύτοις ἐγκαταδύσε- σθαι μέλλοι καὶ ἐνταῦθα χρόνον τινὰ ἐνδιατρίψειν, ἀλίμοις ἐχρῆτο καὶ ἀδίψοις τροφαῖς, τὴν μὲν ἄλιμον συντιθεὶς ἐκ μήκωνος σπέρματος καὶ σησάμου καὶ φλοιοῦ σκίλλης πλυθείσης ἀκριβῶς ἔστʼ ἄν τοῦ περὶ αὐτὴν ὀποῦ καθαρθείη, καὶ ἀσφοδέλων ἀνθερίκων καὶ μαλάχης φύλλων καὶ ἀλφίτων καὶ κριθῶν καὶ ἐρεβίνθων, ἕπερ κατʼ ἴσον πάντα σταθμὸν κοπέντα μέλιτι ἀνέδευεν Ὑμηττίῳ· τὴν δʼ ἄδιψον ἐκ σικύων σπέρματος καὶ ἀσταφίδος λιπαρᾶς, ἐξελὼν αὐτῆς τὰ γίγαρτα, καὶ ἄνθους κορίου καὶ μαλάχης ὁμοίως σπέρματος καὶ ἀνδράχνης καὶ τυροῦ κνήστεως καὶ ἀλεύρου πάλης καὶ γάλακτος λίπους, ἅπερ πάντα ἀνεμίγνυ μέλιτι νησιωτικῷ. ταῦτα δʼ Ἡρακλέα παρὰ Δήμητρος ἔφασκε μαθεῖν στελλόμενον εἰς τὴν Δι- βύην τὴν ἄνυδρον. ὅθεν αὐτῷ καὶ τὸ σῶμα ὥσπερ ἐπὶ στάθμῃ τὴν αὐτὴν ἔξιν διεφύλαττεν, οὐ ποτὲ μὲν ὑγιαῖνον ποτὲ δὲ νοσοῦν, οὐδʼ οὖ ποτὲ μὲν πιαι- νόμενον καὶ αὐξόμενον ποτὲ δὲ λεπτυνόμενον παὶ ἰσχναινόμενον, ἥ τε ψυχὴ τὸ ὅμοιον ἦθος ἀεὶ διὰ τῆς ὄψεως παρεδήλου. οὔτε γὰρ ὑφʼ ἡδονῆς διεχεῖτο πλέον οὔθʼ ὑπʼ ἀνίας συνεστέλλετο, οὐδʼ ἐπίδηλος ἦν χαρᾷ ἢ λύπῃ κάτοχος, ἀλλʼ οὐδὲ γελάσαντα κλαύσαντά τίς ποτʼ ἐκεῖνον ἐθεάσατο.