πολλοὺς δὲ τῶν ἐντυγχανόντων ἀνεμίμνησκε τοῦ προτέρου βίου, ὃν αὐτῶν ἡ ψυχὴ πρὸ τοῦ τῷδε τῷ σώματι ἐνδεθῆναι πάλαι ποτʼ ἐβίωσε. καὶ ἑαυτὸν δʼ ἀναμφιλέκτοις τεκμηρίοις ἀπέφαινεν Εὔφορβον τὸν Πάνθου. καὶ τῶν Ὁμηρικῶν στίχων ἐκείνους μάλιστα ἐξύμνει καὶ μετὰ λύρας ἐμμελέστατα ἀνέμελπεν, αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβρυχεν ὕδωρ καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσιν παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίης· τοῖον Πάνθου υἱὸν ἐυμμελίην Εὔφορβον Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε, τεύχεʼ ἐσύλα. τὰ γὰρ ἱστορούμενα περὶ τῆς ἐν Μυκήναις ἀνακειμένης σὺν Τρωικοῖς λαφύροις τῇ Ἀργείᾳ Ἥρᾳ Εὐφόρβου τοῦ Φρυγὸς τούτου ἀσπίδος παρίεμεν ὡς πάνυ δημώδη. Καύκασον δʼ ἔφασαν τὸν ποταμὸν σὺν πολλοῖς τῶν ἑταίρων διαβαίνοντά ποτε προσειπεῖν· καὶ ὁ ποταμὸς γεγωνόν τι καὶ τρανὸν ἀπεφθέγξατο πάντων ἀκουόντων ‘‘χαῖρε Πυθαγόρα’’. μιᾷ δὲ καὶ τῇ αὐτῇ ἡμέρᾳ ἔν τε Μεταποντίῳ τῆς Ἰταλίας καὶ ἐν Ταυρομενίῳ τῆς Σικελίας συγγεγονέναι καὶ διειλέχθαι κοινῇ τοῖς ἑκατέρωθι ἑταίροις αὐτὸν διαβεβαιοῦνται σχεδὸν ἅπαντες, σταδίων ἐν μεταιχμίῳ παμπόλλων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὑπαρχόντων οὐδʼ ἡμέραις ἀνυσίμων πάνυ πολλαῖς. τὸμὲν γὰρ ὅτι τὸν μηρὸν χρυσοῦν ἐπέδειξεν Ἀβάριδι τῷ Ὑπερβορέῳ εἰκάσαντι αὐτὸν Ἀπόλλωνα εἶναι τὸν ἐν Ὑπερβορέοις, οὗπερ ἦν ἱερεὺς ὁ Ἄβαρις, βεβαιοῦντα ὡς τοῦτο ἀληθές, τεθρύληται· καὶ ὅτι νεὼς παταπλεούσης καὶ τῶν φίλων εὐχομένων τὰ κομιζόμενα γενέσθαι αὐτοῖς ὁ Πυθαγόρας εἶπεν “ἔσται τοίνυν ὑμῖν νεκρός” , καὶ ἡ ναῦς κατέπλευσεν ἔχουσα νεκρόν. μυρία δʼ ἕτερα θαυμαστότερα καὶ θειότερα περὶ τοῦ ἀνδρὸς ὁμαλῶς καὶ συμφώνως εἴρηται. ὡς δʼ ἁπλῶς εἰπεῖν κατʼ οὐδενὸς ὑπενοήθη πλείονα οὐδὲ περιττότερα. προρρήσεις τε γὰρ ἀπαράβατοι σεισμῶν διαμνημονεύονται αὐτοῦ καὶ λοιμῶν ἀποτροπαὶ σὺν τάχει καὶ ἀνέμων βιαίων χαλαζῶν τʼ ἐκχύσεως καταστολαὶ καὶ κυμάτων ποταμίων τε καὶ θαλαττίων ἀπευδιασμοὶ πρὸς εὐμαρῆ τῶν ἑταίρων διάβασιν. ὧν μεταλαβόντας Ἐμπεδοκλέα τε καὶ Ἐπιμενίδην καὶ Ἄβαριν πολλαχῇ ἐπιτετελεκέναι τοιαῦτα· δῆλα δʼ αὐτῶν τὰ ποιήματα ὑπάρχει. ἄλλως τε καὶ ἀλεξάνεμος μὲν ἦν τὸ ἐπώνυμον Ἐμπεδοκλέους, καθαρτὴς δὲ τὸ Ἐπιμενίδου, αἰθροβάτης δὲ τὸ Ἀβάριδος, ὅτι ἄρα ὀιστῷ τοῦ ἐν ῾Υπερβορέοις Ἀπόλλωνος δωρηθέντι αὐτῷ ἐποχούμενος ποταμούς τε καὶ πελάγη καὶ τὰ ἄβατα διέβαινεν ἀεροβατῶν τρόπον τινά. ὅπερ ὑπενόησαν καὶ Πυθαγόραν τινὲς πεπονθέναι τότε ἡνίκα ἐν Μεταποντίῳ καὶ ἐν Ταυρομενίῳ τοῖς ἑκατέρωθι ἑταίροις ὡμίλησε τῇ αὐτῇ ἡμέρᾳ. κατεκήλει δὲ ῥυθμοῖς καὶ μέλεσι καὶ ἐπῳδαῖς τὰ ψυχικὰ πάθη καὶ τὰ σωματικά. καὶ τοῖς μὲν ἑταίροις ἡρμόζετο ταῦτα, αὐτὸς δὲ τῆς τοῦ παντὸς ἁρμονίας ἠκροᾶτο συνιεὶς τῆς καθολικῆς τῶν σφαιρῶν καὶ τῶν κατὰ ταύτας κινουμένων ἀστέρων ἁρμονίας, ἧς ἡμᾶς 19. καὶ πῶς Διονύσιος καίπερ πάντα ἀνεγνωκὼς περὶ Χριστοῦ ὡς ξένου καὶ ὑπὲρ φύσιν τοῦ κατὰ θάλατταν βαδίσματος ἀκηκοὼς οὐκ ἐθαύμασεν ὡς μηδέποτέ τινος τοιούτου γεγονότος; μὴ ἀκούειν διὰ σμικρότητα τῆς φύσεως. τούτοις καὶ Ἐμπεδοκλῆς μαρτυρεῖ λέγων περὶ αὐτοῦ· ἦν δέτις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς, ὅς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον, παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων. ὁππότε γὰρ πάσῃσιν ὀρέξαιτο πραπίδεσσι, ῥεῖά γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστα, καί τε δέκʼ ἀνθρώπων καί τʼ εἴκοσιν αἰώνεσσιν.