<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2034.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="16"><p rend="merge">μετὰ δὲ ταῦτα τῆς Πολυκράτους τυραννίδος Σαμίους καταλαβούσης, οὐ πρέπον ἡγούμενος ὁ Πυθαγόρας <lb n="5"/> ἐν τῇ τοιαύτῃ πολιτείᾳ βιοῦν ἀνδρὶ φιλοσόφῳ, διενοήθη εἰς Ἰταλίαν ἀπαίρειν· ὡς δὲ πλέων Δελφοῖς προσέσχεν, ἐλεγεῖον τῷ τοῦ Ἀπόλλωνος τάφῳ ἐπέγραψε, διʼ οὐ ἐδήλου ὡς Σειληνοῦ μὲν ἦν υἱὸς ὁ Ἀπόλλων, ἀνῃρέθη δὲ ὑπὸ Πύθωνος, ἐκηδεύθη δʼ ἐν <lb n="10"/> τῷ καλουμένῳ Τρίποδι, ὅς ταύτης ἔτυχε τῆς ἐπωνυμίας διὰ τὸ τρεῖς κόρας τὰς Τριόπου θυγατέρας ἐνταῦθα θρηνῆσαι τὸν Ἀπόλλωνα.</p></div><div type="textpart" subtype="section" n="17"><p rend="merge">Κρήτης δʼ ἐπιβὰς τοῖς Μόργου μύσταις προσῄει ἑνὸς τῶν Ἰδαίων Δακτύλων, ὑφ’ ὧν καὶ ἐκαθάρθη τῇ κεραυνίᾳ λίθῳ, <lb n="15"/> ἕωθεν μὲν παρὰ θαλάττῃ πρηνὴς ἐκταθείς, νύκτωρ δὲ παρὰ ποταμῷ ἀρνειοῦ μέλανος μαλλοῖς ἐστεφανωμένος. εἰς δὲ τὸ Ἰδαῖον καλούμενον ἄντρον καταβὰς ἔρια ἔχων μέλανα τὰς νενομισμένας τρὶς ἐννέα ἡμέρας ἐκεῖ διέτριψεν καὶ καθήγισε τῷ Διὶ τόν τε <lb n="20"/> στορνύμενον αὐτῷ κατʼ ἔτος θρόνον ἐθεάσατο, ἐπίγραμμά τʼ ἐνεχάραξεν ἐπὶ τῷ τάφῳ ἐπιγράψας “Πυθαγόρας τῷ Διί“, οὗ ἡ ἀρχή· <lg><l>ὧδε θανὼν κεῖται Ζάν, ἅν Δία κικλήσκουσιν.</l></lg></p></div><div type="textpart" subtype="section" n="18"><p rend="merge">ἐπεὶ δὲ τῆς Ἰταλίας ἐπέβη καὶ ἐν Κρότωνι ἐγένετο, <lb n="25"/> φησὶν ὁ Δικαίαρχος, ὡς ἀνδρὸς ἀφικομένου πολυπλάνου τε καὶ περιττοῦ καὶ κατὰ τὴν ἰδίαν φύσιν ὑπὸ τῆς τύχης εὐ κεχορηγημένου, τήν τε γὰρ ἰδέαν εἶναι ἐλευθέριον καὶ μέγαν χάριν τε πλείστην καὶ κόσμον ἐπί τε τῆς φωνῆς καὶ τοῦ ἤθους καὶ ἐπὶ τῶν <lb n="30"/> ἄλλων ἁπάντων ἔχειν, οὕτως διαθεῖναι τὴν Κροτωνιατῶν πόλιν ὥστʼ ἐπεὶ τὸ τῶν γερόντων ἀρχεῖον <pb n="21"/> ἐψυχαγώγησεν, πολλὰ καὶ καλὰ διαλεχθείς, τοῖς νέοις πάλιν ἡβητικὰς ἐποιήσατο παραινέσεις ὑπὸ τῶν ἀρχόντων κελευσθείς· μετὰ δὲ ταῦτα τοῖς παισὶν ἐκ τῶν διδασκαλείων ἀθρόοις συνελθοῦσιν· εἶτα ταῖς <lb n="5"/> γυναιξίν, ἐπεὶ καὶ γυναικῶν σύλλογος αὐτῷ κατεσκευάσθη.</p></div><div type="textpart" subtype="section" n="19"><p rend="merge">γενομένων δὲ τούτων μεγάλη περὶ αὐτὸν ηὐξήθη δόξα, καὶ πολλοὺς μὲν ἔλαβεν ἐξ αὐτῆς τῆς πόλεως ὁμιλητὰς οὐ μόνον ἄνδρας ἀλλὰ καὶ γυναῖκας, ὧν μιᾶς γε Θεανοῦς καὶ διεβοήθη τοὔνομα, πολλοὺς <lb n="10"/> δʼ ἀπὸ τῆς σύνεγγυς βαρβάρου χώρας βασιλεῖς τε καὶ δυνάστας. ἅ μὲν οὖν ἔλεγε τοῖς συνοῦσιν οὐδὲ εἷς ἔχει φράσαι βεβαίως· καὶ γὰρ οὐχ ἡ τυχοῦσα ἦν παρʼ αὐτοῖς σιωπή. μάλιστα μέντοι γνώριμα παρὰ πᾶσιν ἐγένετο πρῶτον μὲν ὡς ἀθάνατον εἶναι φησὶ <lb n="15"/> τὴν ψυχήν, εἶτα μεταβάλλουσαν εἰς ἄλλα γένη ζῴων, πρὸς δὲ τούτοις ὅτι κατὰ περιόδους τινὰς τὰ γενόμενά ποτε πάλιν γίνεται, νέον δʼ οὐδὲν ἁπλῶς ἔστι, καὶ ὅτι πάντα τὰ γινόμενα ἔμψυχα ὁμογενῆ δεῖ νομίζειν. φέρεται γὰρ εἰς τὴν Ἑλλάδα τὰ δόγματα πρῶτος <lb n="20"/> κομίσαι ταῦτα Πυθαγόρας.</p></div><div type="textpart" subtype="section" n="20"><p rend="merge">οὕτως δὲ πάντα εἰς ἑαυτὸν ἐπέστρεψεν ὥστε μιῷ μόνον ἀκροάσει, ὡς φησὶ Νικόμαχος, ἥν ἐπιβὰς τῆς Ἰταλίας πεποίηται, πλέον ἢ δισχιλίους ἑλεῖν τοῖς λόγοις, ὡς μηκέτι οἴκαδʼ ἀποστῆναι, ἀλλʼ ὁμοῦ σὺν παισὶ καὶ γυναιξὶν <lb n="25"/> ὁμακόιόν τι παμμέγεθες ἱδρυσαμένους πολίσαι τὴν πρὸς πάντων ἐπικληθεῖσαν μεγάλην Ἑλλάδα ἐν Ἰταλία, νόμους τε παρʼ αὐτοῦ δεξαμένους καὶ προστάγματα ὡσανεὶ θείας ὑποθήκας ἐκτὸς τούτων πράττειν μηδὲ ἕν. οὗτοι καὶ τὰς οὐσίας κοινὰς ἔθεντο <lb n="30"/> καὶ μετὰ τῶν θεῶν τὸν Πυθαγόραν κατηρίθμουν. διʼ ὅπερ ἕν τι τῶν παρʼ αὐτοῖς ἐν τοῖς μαθήμασιν ἀπορρήτων προχειρισάμενοι, γλαφυρὸν ἄλλως καὶ <pb n="22"/> πρὸς πολλὰ διατεῖνον φυσικὰ συντελέσματα, τὴν λεγομένην τετρακτύν, διʼ αὐτῆς ἐπώμνυον ὡς θεόν τινα τὸν Πυθαγόραν ἐπιφθεγγόμενοι πάντες ἐπὶ πᾶσι τοῖς ὑπ᾿ αὐτῶν βεβαιουμένοις, <lg><l>οὐ μὰ τὸν ἁμετέρᾳ γενεᾷ παραδόντα τετρακτύν,</l><lb n="5"/><l>παγὰν ἀενάου φύσιος ῥίζωμά τʼ ἔχουσαν.</l></lg></p></div></div></body></text></TEI>