<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2034.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="11"><p rend="merge">παῖδα μὲν οὖν ὄντα ἔπεμπεν εἴς τε κιθαριστοῦ καὶ παιδοτρίβου καὶ ζωγράφου, νεανίαν δὲ γενόμενον εἰς Μίλητον πρὸς Ἀναξίμανδρον, μαθησόμενον τὰ γεωμετρικὰ καὶ ἀστρονομικά. ἀφίκετο δὲ καὶ πρὸς Αἰγυπτίους, φησίν, ὁ Πυθαγόρας καὶ πρὸς Ἄραβας <lb n="15"/> καὶ Χαλδαίους καὶ Ἑβραίους, παρʼ ὧν καὶ τὴν περὶ ὀνείρων γνῶσιν ἠκριβώσατο· καὶ τῇ διὰ λιβανωτοῦ μαντείᾳ πρῶτος ἐχρήσατο. καὶ ἐν Αἰγύπτῳ μὲν τοῖς ἱερεῦσι συνῆν καὶ τὴν σοφίαν ἐξέμαθε καὶ τὴν Αἰγυπτίων φωνήν.</p></div><div type="textpart" subtype="section" n="12"><p rend="merge">γραμμάτων δὲ τρισσὰς διαφοράς, <lb n="20"/>ἐπιστολογραφικῶν τε καὶ ἱερογλυφικῶν καὶ συμβολικῶν, τῶν μὲν κοινολογουμένων κατὰ μίμησιν, τῶν δʼ ἀλληγορουμένων κατά τινας αἰνιγμούς. καὶ περὶ θεῶν πλέον τι ἔμαθεν. ἔν τε Ἀραβίᾳ τῷ βασιλεῖ συνῆν ἔν τε Βαβυλῶνι τοῖς τʼ ἄλλοις Χαλδαίοις συνεγένετο <lb n="25"/> καὶ πρὸς Ζάρατον ἀφίκετο, παρʼ οὗ καὶ ἐκαθάρθη τὰ τοῦ προτέρου βίου λύματα καὶ ἐδιδάχθη ἀφʼ οὗ ἁγνεύειν προσήκει τοῖς σπουδαίοις, τόν τε περὶ φύσεως λόγον ἤκουσε καὶ τίνες αἱ τῶν ὅλων ἀρχαί. ἐκ γὰρ τῆς περὶ ταῦτα τὰ ἔθνη πλάνης <lb n="30"/> ὁ Πυθαγόρας τὸ πλὲῖστον τῆς σοφίας ἐνεπορεύσατο.</p></div><div type="textpart" subtype="section" n="13"><p rend="merge">τὸν δὴ Ἀστραῖον τῷ Πυθαγόρᾳ χαρίζεται Μνήσαρχος. <pb n="19"/> ὁ δὲ λαβὼν καὶ φυσιογνωμονήσας καὶ τὰς κινήσεις καὶ τὰς ἠρεμίας τοῦ σώματος ἐπισκεψάμενος ἐπαίδευσε. ταύτην γὰρ ἠκρίβου πρῶτος τὴν περὶ ἀνθρώπων ἐπιστήμην, ὁποῖος τὴν φύσιν ἕκαστος <lb n="5"/> ἐκμανθάνων. καὶ οὔτʼ ἂν φίλον οὕτε γνώριμον ἐποιήσατο οὐδένα πρὶν πρότερον φυσιογνωμονῆσαι τὸν ἄνδρα, ὁποιός ποτʼ ἔστιν.</p></div><div type="textpart" subtype="section" n="14"><p rend="merge">ἦν δʼ αὐτῷ καὶ ἕτερον μειράκιον ὅ ἐκ Θρᾴκης ἐκτήσατο, ᾧ Ζάμολξις ἦν ὄνομα, ἐπεὶ γεννηθέντι αὐτῷ δορὰ ἄρκτου ἐπεβλήθη· <lb n="10"/> τὴν γὰρ δορὰν οἱ Θρᾷκες ζαλμὸν καλοῦσιν. ἀγαπῶν δʼ αὐτὸν ὁ Πυθαγόρας τὴν μετέωρον θεωρίαν ἐπαίδευσε τά τε περὶ ἱερουργίας καὶ τὰς ἄλλας εἰς θεοὺς θρησκείας· τινὲς δὲ καὶ Θαλῆν τοῦτον φασὶν ὀνομάζεσθαι. ὡς Ἡρακλέα δʼ αὐτὸν προσκυνοῦσιν <lb n="15"/> οἱ βάρβαροι.</p></div><div type="textpart" subtype="section" n="15"><p rend="merge">Διονυσοφάνης δὲ λέγει δουλεῦσαι μὲν αὐτὸν τῷ Πυθαγόρᾳ, ἐμπεσόντα δʼ εἰς λῃστὰς καὶ στιχθέντα, ὅτε κατεστασιάσθη ὁ Πυθαγόρας καὶ ἔφευγεν, δῆσοι τὸ μέτωπον διὰ τὰ στίγματα. τινὲς δʼ ἑρμηνεύεσθαι τὸ ὄνομα φασὶ Ζάλμοξιν <lb n="20"/> ξένος ἀνήρ. νοσήσαντα δὲ τὸν Φερεκύδην ἐν Δήλῳ θεραπεύσας ὁ Πυθαγόρας καὶ ἀποθανόντα θάψας εἰς Σάμον ἐπανῆλθε πόθῳ τοῦ συγγενέσθαι Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ. χρόνον δέ τινα αὐτοῦ διατρίβων Εὐρυμένους τοῦ Σαμίου ἀθλητοῦ ἐπεμελεῖτο, <lb n="25"/> ὅς τῇ Πυθαγόρου σοφίᾳ καίτοι σμικρὸς τὸ σῶμα ὤν πολλῶν καὶ μεγάλων ἐκράτει καὶ ἐνίκα Ὀλυμπίασιν. τῶν γὰρ ἄλλων ἀθλητῶν κατὰ τὸν ἀρχαῖον ἔτι τρόπον τυρὸν καὶ σῦκα σιτουμένων, οὗτος Πυθαγόρᾳ πειθόμενος πρῶτος κρέας τεταγμιένον <lb n="30"/> ἐσθίων ἐφʼ ἑκάστην τὴν ἡμέραν ἰσχύν τῷ σώματι περιεποιήσατο. καίτοι γε προϊὼν τῇ σοφίᾳ ὁ Πυθαγόρας ἀθλεῖν μὲν παρῄνει, νικᾶν δὲ μή, ὡς δέον <pb n="20"/> τοὺς μὲν πόνους ὑπομένειν, τοὺς δʼ ἐκ τοῦ νικᾶν φθόνους φεύγειν· συμβαίνειν γὰρ καὶ ἄλλως μηδʼ εὐαγεῖς εἶναι τοὺς νικῶντας καὶ φυλλοβολουμένους.</p></div></div></body></text></TEI>