παῖδα μὲν οὖν ὄντα ἔπεμπεν εἴς τε κιθαριστοῦ καὶ παιδοτρίβου καὶ ζωγράφου, νεανίαν δὲ γενόμενον εἰς Μίλητον πρὸς Ἀναξίμανδρον, μαθησόμενον τὰ γεωμετρικὰ καὶ ἀστρονομικά. ἀφίκετο δὲ καὶ πρὸς Αἰγυπτίους, φησίν, ὁ Πυθαγόρας καὶ πρὸς Ἄραβας καὶ Χαλδαίους καὶ Ἑβραίους, παρʼ ὧν καὶ τὴν περὶ ὀνείρων γνῶσιν ἠκριβώσατο· καὶ τῇ διὰ λιβανωτοῦ μαντείᾳ πρῶτος ἐχρήσατο. καὶ ἐν Αἰγύπτῳ μὲν τοῖς ἱερεῦσι συνῆν καὶ τὴν σοφίαν ἐξέμαθε καὶ τὴν Αἰγυ- πτίων φωνήν. γραμμάτων δὲ τρισσὰς διαφοράς, ἐπιστολογραφικῶν τε καὶ ἱερογλυφικῶν καὶ συμβο- λικῶν, τῶν μὲν κοινολογουμένων κατὰ μίμησιν, τῶν δʼ ἀλληγορουμένων κατά τινας αἰνιγμούς. καὶ περὶ θεῶν πλέον τι ἔμαθεν. ἔν τε Ἀραβίᾳ τῷ βασιλεῖ συνῆν ἔν τε Βαβυλῶνι τοῖς τʼ ἄλλοις Χαλδαίοις συν- εγένετο καὶ πρὸς Ζάρατον ἀφίκετο, παρʼ οὗ καὶ ἐκαθάρθη τὰ τοῦ προτέρου βίου λύματα καὶ ἐδι- δάχθη ἀφʼ οὗ ἁγνεύειν προσήκει τοῖς σπουδαίοις, τόν τε περὶ φύσεως λόγον ἤκουσε καὶ τίνες αἱ τῶν ὅλων ἀρχαί. ἐκ γὰρ τῆς περὶ ταῦτα τὰ ἔθνη πλάνης ὁ Πυθαγόρας τὸ πλὲῖστον τῆς σοφίας ἐνεπορεύσατο. τὸν δὴ Ἀστραῖον τῷ Πυθαγόρᾳ χαρίζεται Μνήσαρ- χος. ὁ δὲ λαβὼν καὶ φυσιογνωμονήσας καὶ τὰς κι- νήσεις καὶ τὰς ἠρεμίας τοῦ σώματος ἐπισκεψάμενος ἐπαίδευσε. ταύτην γὰρ ἠκρίβου πρῶτος τὴν περὶ ἀνθρώπων ἐπιστήμην, ὁποῖος τὴν φύσιν ἕκαστος ἐκμανθάνων. καὶ οὔτʼ ἂν φίλον οὕτε γνώριμον ἐποιήσατο οὐδένα πρὶν πρότερον φυσιογνωμονῆσαι τὸν ἄνδρα, ὁποιός ποτʼ ἔστιν. ἦν δʼ αὐτῷ καὶ ἕτερον μειράκιον ὅ ἐκ Θρᾴκης ἐκτήσατο, ᾧ Ζάμολξις ἦν ὄνομα, ἐπεὶ γεννηθέντι αὐτῷ δορὰ ἄρκτου ἐπε- βλήθη· τὴν γὰρ δορὰν οἱ Θρᾷκες ζαλμὸν καλοῦσιν. ἀγαπῶν δʼ αὐτὸν ὁ Πυθαγόρας τὴν μετέωρον θεω- ρίαν ἐπαίδευσε τά τε περὶ ἱερουργίας καὶ τὰς ἄλλας εἰς θεοὺς θρησκείας· τινὲς δὲ καὶ Θαλῆν τοῦτον φασὶν ὀνομάζεσθαι. ὡς Ἡρακλέα δʼ αὐτὸν προσκυ- νοῦσιν οἱ βάρβαροι. Διονυσοφάνης δὲ λέγει δου- λεῦσαι μὲν αὐτὸν τῷ Πυθαγόρᾳ, ἐμπεσόντα δʼ εἰς λῃστὰς καὶ στιχθέντα, ὅτε κατεστασιάσθη ὁ Πυ- θαγόρας καὶ ἔφευγεν, δῆσοι τὸ μέτωπον διὰ τὰ στίγ- ματα. τινὲς δʼ ἑρμηνεύεσθαι τὸ ὄνομα φασὶ Ζάλ- μοξιν ξένος ἀνήρ. νοσήσαντα δὲ τὸν Φερεκύδην ἐν Δήλῳ θεραπεύσας ὁ Πυθαγόρας καὶ ἀποθανόντα θάψας εἰς Σάμον ἐπανῆλθε πόθῳ τοῦ συγγενέσθαι Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ. χρόνον δέ τινα αὐτοῦ διατρίβων Εὐρυμένους τοῦ Σαμίου ἀθλητοῦ ἐπεμε- λεῖτο, ὅς τῇ Πυθαγόρου σοφίᾳ καίτοι σμικρὸς τὸ σῶμα ὤν πολλῶν καὶ μεγάλων ἐκράτει καὶ ἐνίκα Ὀλυμπίασιν. τῶν γὰρ ἄλλων ἀθλητῶν κατὰ τὸν ἀρχαῖον ἔτι τρόπον τυρὸν καὶ σῦκα σιτουμένων, οὗ- τος Πυθαγόρᾳ πειθόμενος πρῶτος κρέας τεταγμιένον ἐσθίων ἐφʼ ἑκάστην τὴν ἡμέραν ἰσχύν τῷ σώματι περιεποιήσατο. καίτοι γε προϊὼν τῇ σοφίᾳ ὁ Πυθα- γόρας ἀθλεῖν μὲν παρῄνει, νικᾶν δὲ μή, ὡς δέον τοὺς μὲν πόνους ὑπομένειν, τοὺς δʼ ἐκ τοῦ νικᾶν φθόνους φεύγειν· συμβαίνειν γὰρ καὶ ἄλλως μηδʼ εὐαγεῖς εἶναι τοὺς νικῶντας καὶ φυλλοβολουμένους.