<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2034.tlg002.1st1K-grc1"><div type="textpart" subtype="section" n="1"><p>....συμφωνεῖται μὲν δὴ παρὰ τοῖς πλείστοις Μνησάρχου γεγενῆσθαι παῖς· περὶ δὲ τοῦ γένους τοῦ Μνησάρχου διαπεφώνηται. οἱ μὲν γὰρ Σάμιον αὐτὸν εἶναι φασί, Κλεάνθης δʼ ἐν τῷ πέμπτῳ τῶν μυθικῶν <lb n="5"/> Σύρον ἐκ Τύρου τῆς Συρίας. σιτοδείας δὲ καταλαβούσης τοὺς Σαμίους προσπλεύσαντα τὸν Μνήσαρχον κατʼ ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ ἀποδόμενον τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δʼ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον <lb n="10"/> ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάντα μετασχεῖν τούτων ἐπὶ πλεῖον ποιῆσαι. ἐπανελθόντα δʼ εἰς τὴν Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι, δεύτερον δʼ Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ ἐν Σάμῳ ἤδη γηράσκοντι. <lb n="15"/></p></div><div type="textpart" subtype="section" n="2"><p rend="merge">λέγει δʼ ὁ Κλεάνθης ἄλλους εἶναι οἵ τὸν πατέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται τῶν τὴν Δῆμνον ἐποικησάντων, ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι· πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν συμπλεύσαντα <lb n="20"/> τὸν Πυθαγόραν νέον ὄντα κομιδῇ σφόδρα οὖσαν εὐδαίμονα καὶ τόθʼ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. καταλέγει δʼ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ <pb n="15"/> Τυρρηνόν, πρεσβυτέρους. Ἀπολλώνιος δʼ ἐν τοῖς περὶ Πυθαγόρου καὶ μητέρα ἀναγράφει Πυθαΐδα, ἀπόγονον Ἀγκαίου τοῦ οἰκιστοῦ τῆς Σάμου. τινὰς δʼ Ἀπόλλωνος αὐτὸν ἱστορεῖν καὶ Πυθαΐδος τῷ γόνῳ, <lb n="5"/> λόγῳ δὲ Μνησάρχου φησὶν Ἀπολλώνιος. τῶν γοῦν ποιητῶν τῶν Σαμίων εἰπεῖν τινά· <lg><l>Πυθαγόραν θʼ ὅν ἔτικτε Διὶ φίλον Ἀπόλλωνι</l><l>Πυθαΐς, ἡ κάλλος πλεῖστον ἔχεν Σαμίων.</l></lg> διακοῦσαι δʼ οὐ μόνον Φερεκύδου καὶ Ἑρμοδάμαντος, <lb n="10"/> ἀλλὰ καὶ Ἀναξιμάνδρου φησὶν οὗτος.</p></div><div type="textpart" subtype="section" n="3"><p rend="merge">Δοῦρις δʼ ὁ Σάμιος ἐν δευτέρῳ τῶν ὥρων παῖδά τʼ αὐτοῦ ἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλον φησὶ γενέσθαι Δημοκρίτου. τὸν δʼ Ἀρίμνηστον κατελθόντʼ ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας <lb n="15"/> ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὐ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε· <lg><l>Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μʼ ἀνέθηκε, πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας.</l></lg> τοῦτο δʼ ἀνελόντα Σῖμον τὸν ἁρμονικὸν καὶ τὸν <lb n="20"/> κανόνα σφετερισάμενον ἐξενεγκεῖν ὡς ἴδιον. εἶναι μὲν οὖν ἑπτὰ τὰς ἀναγεγραμμένας σοφίας· διὰ δὲ τὴν μίαν, ἥν Σῖμος ὑφείλετο, συναφανισθῆναι καὶ τὰς ἄλλας τὰς ἐν τῷ ἀναθήματι γεγραμμένας.</p></div><div type="textpart" subtype="section" n="4"><p rend="merge">ἄλλοι δʼ ἐκ Θεανοῦς τῆς Πυθώνακτος τὸ γένος Κρήσσης <lb n="25"/> υἱὸν Τηλαύγη Πυθαγόρου ἀναγράφουσι καὶ θυγατέρα Μυῖαν, οἱ δὲ καὶ Ἀριγνώτην· ὧν καὶ συγγράμματα Πυθαγόρεια σώζεσθαι. Τίμαιος δʼ ἱστορεῖ τὴν Πυθαγόρου θυγατέρα καὶ παρθένον οὖσαν ἡγεῖσθαι τῶν παρθένων ἐν Κρότωνι καὶ γυναῖκα τῶν γυναικῶν· <lb n="30"/> τὴν δʼ οἰκίαν Δήμητρος ἱερὸν ποιῆσαι τοὺς Κροτωνιάτας, τὸν δὲ στενωπὸν καλεῖν Μουσεῖον.</p></div><div type="textpart" subtype="section" n="5"><p rend="merge"> Αύκος δʼ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν καὶ περὶ τῆς <pb n="16"/> πατρίδος ὡς διαφωνούντων τινῶν μνημονεύει λέγων· “τὴν μὲν οὖν πατρίδα καὶ τὴν πόλιν, ἧς γενέσθαι πολίτην τὸν ἄνδρα τοῦτον συμβέβηκεν, εἰ μὴ τυγχάνεις κατειδώς, μηδὲν διαφερέτω σοι. λέγουσι γὰρ αὐτὸν οἱ μὲν εἶναι Σάμιον, οἱ δὲ Φλιάσιον, οἱ <lb n="5"/> δὲ Μεταποντῖνον.</p></div></div></body></text></TEI>