....συμφωνεῖται μὲν δὴ παρὰ τοῖς πλείστοιςΜνησάρχου γεγενῆσθαι παῖς· περὶ δὲ τοῦ γένους τοῦ Μνησάρχου διαπεφώνηται. οἱ μὲν γὰρ Σάμιον αὐτὸν εἶναι φασί, Κλεάνθης δʼ ἐν τῷ πέμπτῳ τῶν μυθι- κῶν Σύρον ἐκ Τύρου τῆς Συρίας. σιτοδείας δὲ κα- ταλαβούσης τοὺς Σαμίους προσπλεύσαντα τὸν Μνή- σαρχον κατʼ ἐμπορίαν μετὰ σίτου τῇ νήσῳ ἀποδό- μενον τιμηθῆναι πολιτείᾳ. Πυθαγόρου δʼ ἐκ παίδων εἰς πᾶσαν μάθησιν ὄντος εὐφυοῦς, τὸν Μνήσαρχον ἀπαγαγεῖν αὐτὸν εἰς Τύρον, ἐκεῖ δὲ τοῖς Χαλδαίοις συστάνταμετασχεῖν τούτων ἐπὶ πλεῖον ποιῆσαι. ἐπαν- ελθόντα δʼ εἰς τὴν Ἰωνίαν ἐντεῦθεν τὸν Πυθαγόραν πρῶτον μὲν Φερεκύδῃ τῷ Συρίῳ ὁμιλῆσαι, δεύτερον δʼ Ἑρμοδάμαντι τῷ Κρεοφυλείῳ ἐν Σάμῳ ἤδη γηρά- σκοντι. λέγει δʼ ὁ Κλεάνθης ἄλλους εἶναι οἵ τὸν πα-τέρα αὐτοῦ Τυρρηνὸν ἀποφαίνονται τῶν τὴν Δῆμνον ἐποικησάντων, ἐντεῦθεν δὲ κατὰ πρᾶξιν εἰς Σάμον ἐλθόντα καταμεῖναι καὶ ἀστὸν γενέσθαι· πλέοντος δὲ τοῦ Μνησάρχου εἰς τὴν Ἰταλίαν συμπλεύσαντα τὸν Πυθαγόραν νέον ὄντα κομιδῇ σφόδρα οὖσαν εὐδαίμονα καὶ τόθʼ ὕστερον εἰς αὐτὴν ἀποπλεῦσαι. καταλέγει δʼ αὐτοῦ καὶ ἀδελφοὺς δύο, Εὔνοστον καὶ Τυρρηνόν, πρεσβυτέρους. Ἀπολλώνιος δʼ ἐν τοῖς περὶ Πυθαγόρου καὶ μητέρα ἀναγράφει Πυθαΐδα, ἀπόγονον Ἀγκαίου τοῦ οἰκιστοῦ τῆς Σάμου. τινὰς δʼ Ἀπόλλωνος αὐτὸν ἱστορεῖν καὶ Πυθαΐδος τῷ γόνῳ, λόγῳ δὲ Μνησάρχου φησὶν Ἀπολλώνιος. τῶν γοῦν ποιητῶν τῶν Σαμίων εἰπεῖν τινά· Πυθαγόραν θʼ ὅν ἔτικτε Διὶ φίλον Ἀπόλλωνι Πυθαΐς, ἡ κάλλος πλεῖστον ἔχεν Σαμίων. διακοῦσαι δʼ οὐ μόνον Φερεκύδου καὶ Ἑρμοδάμαν- τος, ἀλλὰ καὶ Ἀναξιμάνδρου φησὶν οὗτος. Δοῦρις δʼ ὁ Σάμιος ἐν δευτέρῳ τῶν ὥρων παῖδά τʼ αὐτοῦ ἀναγράφει Ἀρίμνηστον καὶ διδάσκαλον φησὶ γενέ- σθαι Δημοκρίτου. τὸν δʼ Ἀρίμνηστον κατελθόντʼ ἀπὸ τῆς φυγῆς χαλκοῦν ἀνάθημα τῷ ἱερῷ τῆς Ἥρας ἀναθεῖναι τὴν διάμετρον ἔχον ἐγγὺς δύο πήχεων, οὐ ἐπίγραμμα ἦν ἐγγεγραμμένον τόδε· Πυθαγόρεω φίλος υἱὸς Ἀρίμνηστός μʼ ἀνέθηκε, πολλὰς ἐξευρὼν εἰνὶ λόγοις σοφίας. τοῦτο δʼ ἀνελόντα Σῖμον τὸν ἁρμονικὸν καὶ τὸν κανόνα σφετερισάμενον ἐξενεγκεῖν ὡς ἴδιον. εἶναι μὲν οὖν ἑπτὰ τὰς ἀναγεγραμμένας σοφίας· διὰ δὲ τὴν μίαν, ἥν Σῖμος ὑφείλετο, συναφανισθῆναι καὶ τὰς ἄλλας τὰς ἐν τῷ ἀναθήματι γεγραμμένας. ἄλλοι δʼ ἐκ Θεανοῦς τῆς Πυθώνακτος τὸ γένος Κρήσσης υἱὸν Τηλαύγη Πυθαγόρου ἀναγράφουσι καὶ θυγα- τέρα Μυῖαν, οἱ δὲ καὶ Ἀριγνώτην· ὧν καὶ συγγράμ- ματα Πυθαγόρεια σώζεσθαι. Τίμαιος δʼἱστορεῖ τὴν Πυθαγόρου θυγατέρα καὶ παρθένον οὖσαν ἡγεῖσθαι τῶν παρθένων ἐν Κρότωνι καὶ γυναῖκα τῶν γυναι- κῶν· τὴν δʼ οἰκίαν Δήμητρος ἱερὸν ποιῆσαι τοὺς Κροτωνιάτας, τὸν δὲ στενωπὸν καλεῖν Μουσεῖον. Αύκος δʼ ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν καὶ περὶ τῆς πατρίδος ὡς διαφωνούντων τινῶν μνημονεύει λέ- γων· “τὴν μὲν οὖν πατρίδα καὶ τὴν πόλιν, ἧς γενέ- σθαι πολίτην τὸν ἄνδρα τοῦτον συμβέβηκεν, εἰ μὴ τυγχάνεις κατειδώς, μηδὲν διαφερέτω σοι. λέγουσι γὰρ αὐτὸν οἱ μὲν εἶναι Σάμιον, οἱ δὲ Φλιάσιον, οἱ δὲ Μεταποντῖνον.