<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2032.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="15"><pb n="50"/><p>15 γ΄. Έστωσαν ἴσαι εὐθεῖαι αἱ Α Β, μείζων δὲ ἡ Γ∠ τῆς Ν
                                <del>ἐλάσσων οὖσα ἑκατέρας τῶν Α Β</del>, καὶ πεποιήσθω ὡς μὲν ἡ Α
                            πρὸς τὴν Γ∠, ἡ Γ∠ πρὸς τὴν ΕΖ, καὶ ἡ ΕΖ πρὸς τὴν ΗΘ, ὡς δὲ ἡ
                            Β πρὸς τὴν Ν, ἡ Ν πρὸς τὴν Π καὶ ἡ Π πρὸς τὴν Ρ· λέγω ὅτι ἡ Ρ ἐλάσσον
                            ἐστὶν τῆς ΗΘ.</p><lb n="5"/><p>Ἐπεὶ γὰρ μείζων ἐστὶν ἡ Γ∠ τῆς Ν, κείσθω τῇ Ν ἴση ἡ ΓΚ ἔστιν ἄρα ὡς
                            ἡ Α πρὸς τὴν ΓΚ, ἡ Β πρὸς τὴν Ν. καὶ ἐπεὶ ὡς ἡ Α πρὸς τὴν Γ∠, ἡ
                            Γ∠ πρὸς ΕΖ, γεγενήσθω ὡς ἡ Α πρὸς τὴν ΓΚ οὕτως ἡ ΓΚ πρὸς ΕΛ. ἔστι
                            δὲ καὶ ὡς ἡ Β πρὸς Ν, ἡ Ν πρὸς Π, καὶ ἴση ἐστὶν ἡ μὲν Α <lb n="10"/> τῇ
                            Β, ἡ δὲ ΓΚ τῇ Ν· διʼ ἴσου ἄρα καὶ ὡς ἡ Α πρὸς τὴν ΕΛ, ἡ Β πρὸς τὴν Π·
                            ἴση ἄρα ἡ ΕΛ τῇ Π. διὰ τὰ αὐτὰ δή ἐπεί ἐστιν ὡς ἡ Α πρὸς τὴν Γ∠,
                            οὕτως ἡ ΕΖ πρὸς ΗΘ, ἔσται ἄρα καὶ ὡς ἡ Α πρὸς τὴν ΓΚ, ἡ ΓΚ πρὸς τὴν ΕΛ,
                            καὶ ἡ ΕΛ πρὸς ἐλάσσονα τῆς ΗΘ. ἔστω πρὸς τὴν <lb n="15"/> ΗΜ· ἐπεὶ οὖν
                            ἐστιν ὡς μὲν ἡ ΓΚ πρὸς τὴν ΕΛ, ἡ ΕΛ πρὸς τὴν ΗΜ, ὡς δὲ ἡ Ν πρὸς τὴν Π,
                            οὕτως ἡ Π πρὸς τὴν Ρ, καὶ ἴση ἐστὶν ἡ ΓΚ τῇ Ν, ἡ δὲ ΕΛ τῇ Π, ἴση ἄρα καὶ
                            ἡ Ρ τῇ ΗΜ· ἐλάσσων ἄρα ἡ P τῆς ΗΘ.</p></div></div></div></body></text></TEI>