9 κ΄. Ἀλλὰ δὴ ἔστωσαν τρεῖς ἀριθμοὶ οἱ Α Β Γ, καὶ ἔστω ἕκαστος αὐτῶν ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, ἕκαστος δὲ τῶν ∠ Ε Ζ ἔστω ἐλάσσων δεκάδος, καὶ ἔστωσαν τῶν Α Β Γ πυθμένες οἱ Η Θ Κ, καὶ εἰλήφθω ὁ ἐκ τῶν Η Θ Κ ∠ Ε Ζ στερεὸς καὶ ἔστω ὁ Ξ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε Ζ στερεὸς ἴσος ἐστὶν χιλίοις τοῖς Ξ. Ἔστι φανερὸν διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος λόγου χάριν μονάδων κ΄ καὶ τοῦ Β μονάδων λ΄ καὶ τοῦ Γ μονάδων μ΄ καὶ τοῦ ∠ μονάδων β΄ καὶ τοῦ Ε μονάδων γ΄ καὶ τοῦ Ζ μονάδων δ΄, τοῦ δὲ Η μονάδων β΄ καὶ τοῦ Θ μονάδων γ΄ καὶ τοῦ Κ μονάδων δ΄ ὁ γὰρ ὑπὸ Α Β Γ ∠ Ε Ζ στερεός ἐστιν μυριάδων νζ΄ ἁπλῶν καὶ μονάδων Ϛ, ὁ δὲ ὑπὸ τῶν Η Θ Κ πυθμένων καὶ τῶν ∠ Ε Ζ ἔσται μονάδων φοϚ΄, αὗται δὲ χιλιάκις γενόμεναι, τουτέστιν ἐκ πάντων στερεός, γίνεται μυριάδων ἁπλῶν νζ΄ καὶ μονάδων Ϛ.