8 ιθ΄. Ἀλλὰ δὴ ἔστωσαν δύο ἀριθμοὶ οἱ Α Β, ὧν ἑκάτερος ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, τῶν δὲ Γ ∠ Ε ἕκαστος ἐλάσσων δεκάδος ἔστω, καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸν εἰπεῖν. Ἔστωσαν γὰρ τῶν Α Β πυθμένες οἱ Ζ Η· λέγω ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸς τοῦ ἐκ τῶν Ζ Η Γ ∠ Ε στερεοῦ ἑκατονταπλάσιός ἐστιν. Φανερὸν δὲ καὶ τοῦτο διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος μονάδων κ΄ καὶ τοῦ Β μονάδων λ΄ καὶ τοῦ Γ μονάδων β΄ καὶ τοῦ ∠ μονάδων γ΄ καὶ τοῦ Ε μονάδων δ΄ καὶ τοῦ Ζ μονάδων β΄ καὶ τοῦ Η μονάδων γ΄· ὁ γὰρ ὑπὸ τῶν Α Β Γ ∠ Ε στερεός ἐστιν μ δυ΄, ὁ δὲ ὑπὸ Ζ Η Γ ∠ Ε μονάδες ρμδ΄, οὗτος δὲ γενόμενος ἑκατοντάκις ποιεῖ μ δυ΄. τὸ δὲ γραμμικὸν ἐκ τῶν Ἀπολλωνίου.