3 Ἀλλ᾿ ὁ διπλάσιος τοῦ πλήθους τῶν ἐχʼ ὧν τὰ Β μὴ μετρείσθω ὑπὸ τετράδος· μετρούμενος ἄρα λείψει δυάδα ἐξ ἀνάγκης (τοῦτο γὰρ προδέδεικται), ὥστε καὶ ὁ διπλάσιος τοῦ πλήθους τῶν ἑκατοντάδων μετρούμενος ὑπὸ τετράδος· τὸ ἄρα πλῆθος τῶν ἑκατοντάδων μετρούμενον ὑπὸ δυάδος λείψει μίαν ἑκατοντάδα. ὁ τοίνυν διὰ τῶν ἑκατοντάδων στερεὸς ἔσται μυριάδων ρ΄ ὁμωνύμων τῷ Ζ, τουτέστι διπλῶν, ὥστε δῆλον ὅτι ὁ διὰ τῶν ἐχʼ ὧν τὰ Β μυριάδες εἰσὶν ρ ὁμώνυμοι τῷ Ζ γενόμεναι ἐπὶ τὸν Ε τὰς ρκ΄ μονάδας . γίνονται μυριάς μία δισχίλιαι διπλῶν μυριάδων.