25 Τῶν δὴ ἀναλόγων κβ΄ καὶ μετρουμένων ὑπὸ τετράδος καὶ δυάδος ὑπολειπομένης ὅσαι μονάδες γεγόνασιν μέτρῳ εἰς ε΄ , τοσαυτάκις αὐξήσομεν τὸν ἐκβάντα διά τε τῶν μονάδων καὶ διὰ τῶν πεπολλαπλασιασμένων πυθμένων ἀριθμόν (λέγω δὲ τοσαυτάκις κατὰ μυριάδων αὔξησιν), ὥστε γίνεσθαι τὸν πρότερον ὑπάρχοντα μυριάδων τετραπλῶν δύο, τριπλῶν αωμθ΄, διπλῶν δυβ΄ καὶ ἁπλῶν εχ΄, νῦν ἐνναπλῶν β΄, ὀκταπλῶν, αωμθ΄, ἑπταπλῶν δυβ΄, ἑξαπλῶν εχ΄.