<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2032.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="18"><p>18 Ἐπεὶ οὖν γράμματά ἐστιν λη΄ τοῦ στίχου , ταῦτα δὲ περιέχει ἀριθμοὺς
                            δέκα τοὺς ρ΄ τ΄ σ΄ τ΄ ρ΄ τ΄ σ΄ χ΄ υ΄ ρ΄, ὧν ἕκαστος ἐλάσσων μέν ἐστιν
                            χιλιάδος μετρεῖται δὲ ὑπὸ <lb n="5"/> ἑκατοντάδος, καὶ ἀριθμοὺς ιζ΄ τοὺς
                            μ΄ ι΄ ο΄ κ΄ λ΄ ι΄ κ΄ ο΄ ξ΄ ο΄ ο΄ ν΄ ν΄ ν΄ κ΄ ο΄ ι΄, ὧν ἕκαστος ἐλάσσων
                            μέν ἐστιν ἑκατοντάδος μετρεῖται δὲ ὑπὸ δεκάδος, καὶ τούς λοιποὺς
                                <del>σὺν ταῖς μονάσιν</del> ια΄ τοὺς α΄ ε΄ δ΄ ε΄ α΄ ε΄ ε΄ ε΄ α΄ α΄,
                            ὧν ἕκαστος ἐλάσσων δεκάδος, ἐὼν ἄρα <del>τοὺς δέκα ἀριθμοὺς <lb n="10"/>
                                διπλασιάσωμεν καὶ τοὺς γενομένους κ΄ προσθῶμεν τοῖς εἰρημένοις ἁπλῶς
                                ἀριθμοῖς ἑπτακαίδεκα, τὰ γενόμενα ὁμοῦ λζ΄ ἕξομεν τῶν ὑπ᾿ αὐτοῦ
                                γενομένων ἀναλόγων, κἂν</del> τοῖς μὲν δέκα ἀριθμοῖς ὑποτάξωμεν
                            ἰσαρίθμους δέκα κατὰ τάξιν ἑκατοντάδος, τοῖς δὲ ιζ΄ ὁμοίως ὑποτάζωμεν
                            δεκάδας ιζ΄, <lb n="15"/> φανερὸν ἐκ τοῦ ἀνώτερον λογιστικοῦ θεωρήματος
                            ιβ΄ ὅτι δέκα ἑκατοντάδες μετὰ τῶν ιζ΄ δεκάδων ποιοῦσι μυριάδας ἐνναπλᾶς
                            δέκα. <del>αἱ γάρ δέκα ἑκατοντάδες δὶς γενόμεναι, τουτέστιν κ΄, καὶ
                                προσλαβοῦσαι τὰς ιζ΄ δεκάδας γίνονται λζ΄ ἀναλόγων ὄντα· μερισθέντα
                                δὲ τὰ λζ΄ εἰς τὸν δ΄ ποιεῖ τὸν <lb n="20"/> ἐκ τοῦ μερισμοῦ θ΄ καὶ
                                καταλείπεται α΄, ὡς εἶναι μυριάδας ἐνναπλᾶς δέκα τὰ ἐκ τῶν
                                ἑκατοντάδων δέκα καὶ δεκάδων ιζ΄.</del></p></div></div></div></body></text></TEI>