18 Ἐπεὶ οὖν γράμματά ἐστιν λη΄ τοῦ στίχου , ταῦτα δὲ περιέχει ἀριθμοὺς δέκα τοὺς ρ΄ τ΄ σ΄ τ΄ ρ΄ τ΄ σ΄ χ΄ υ΄ ρ΄, ὧν ἕκαστος ἐλάσσων μέν ἐστιν χιλιάδος μετρεῖται δὲ ὑπὸ ἑκατοντάδος, καὶ ἀριθμοὺς ιζ΄ τοὺς μ΄ ι΄ ο΄ κ΄ λ΄ ι΄ κ΄ ο΄ ξ΄ ο΄ ο΄ ν΄ ν΄ ν΄ κ΄ ο΄ ι΄, ὧν ἕκαστος ἐλάσσων μέν ἐστιν ἑκατοντάδος μετρεῖται δὲ ὑπὸ δεκάδος, καὶ τούς λοιποὺς σὺν ταῖς μονάσιν ια΄ τοὺς α΄ ε΄ δ΄ ε΄ α΄ ε΄ ε΄ ε΄ α΄ α΄, ὧν ἕκαστος ἐλάσσων δεκάδος, ἐὼν ἄρα τοὺς δέκα ἀριθμοὺς διπλασιάσωμεν καὶ τοὺς γενομένους κ΄ προσθῶμεν τοῖς εἰρημένοις ἁπλῶς ἀριθμοῖς ἑπτακαίδεκα, τὰ γενόμενα ὁμοῦ λζ΄ ἕξομεν τῶν ὑπ᾿ αὐτοῦ γενομένων ἀναλόγων, κἂν τοῖς μὲν δέκα ἀριθμοῖς ὑποτάξωμεν ἰσαρίθμους δέκα κατὰ τάξιν ἑκατοντάδος, τοῖς δὲ ιζ΄ ὁμοίως ὑποτάζωμεν δεκάδας ιζ΄, φανερὸν ἐκ τοῦ ἀνώτερον λογιστικοῦ θεωρήματος ιβ΄ ὅτι δέκα ἑκατοντάδες μετὰ τῶν ιζ΄ δεκάδων ποιοῦσι μυριάδας ἐνναπλᾶς δέκα. αἱ γάρ δέκα ἑκατοντάδες δὶς γενόμεναι, τουτέστιν κ΄, καὶ προσλαβοῦσαι τὰς ιζ΄ δεκάδας γίνονται λζ΄ ἀναλόγων ὄντα· μερισθέντα δὲ τὰ λζ΄ εἰς τὸν δ΄ ποιεῖ τὸν ἐκ τοῦ μερισμοῦ θ΄ καὶ καταλείπεται α΄, ὡς εἶναι μυριάδας ἐνναπλᾶς δέκα τὰ ἐκ τῶν ἑκατοντάδων δέκα καὶ δεκάδων ιζ΄.