<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2032.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="14"><p>14 κδ΄. Ἐπὶ δὲ τοῦ κε΄ θεωρήματος. Ἔστω τῶν μὲν Α Ε ἑκάτερος ἐλάσσων μὲν
                            ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, ἕκαστος δὲ τῶν Γ ∠ Ε
                                <del>ἔστω</del> ἐλάσσων δεκάδος, καὶ <lb n="5"/> δέον ἔστω τὸν ἐξ
                            αὐτῶν στερεὸν εἰπεῖν.</p><p>Ἔστωσαν γάρ τῶν Α Β πυθμένες οἱ Θ Κ, καὶ τῷ ἐκ τῶν Θ Κ Γ ∠ Ε στερεῷ
                            ἴσος ἔστω ὁ Λ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸς ἴσος ἐστὶν ἑκατὸν
                            τοῖς Λ.</p><p>Ἔστι δὲ φανερὸν διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος μονάδων <lb n="10"/> κ΄ καὶ
                            τοῦ Β μονάδων κ΄, καὶ τοῦ Γ μονάδων ε΄ καὶ τοῦ ∠ μονάδων Ϛ΄ καὶ
                            τοῦ Ε μονάδων ζ΄, καὶ τῶν Θ Κ πυθμένων ὄντων μονάδων β΄· ὁ γὰρ ὑπὸ τῶν Θ
                            Κ Γ ∠ Ε γίνεται στερεὸς μονάδων ωμ΄, οὗτος δὲ ἑκατοντάκις
                            γενόμενος ἔσται μυριάδων η΄ μονάδων δ, ἴσος τῷ ἐκ τῶν <lb n="15"/> Α Β Γ
                            ∠ Ε στερεῷ ἀριθμῷ.</p></div></div></div></body></text></TEI>