14 κδ΄. Ἐπὶ δὲ τοῦ κε΄ θεωρήματος. Ἔστω τῶν μὲν Α Ε ἑκάτερος ἐλάσσων μὲν ἑκατοντάδος μετρούμενος δὲ ὑπὸ δεκάδος, ἕκαστος δὲ τῶν Γ ∠ Ε ἔστω ἐλάσσων δεκάδος, καὶ δέον ἔστω τὸν ἐξ αὐτῶν στερεὸν εἰπεῖν. Ἔστωσαν γάρ τῶν Α Β πυθμένες οἱ Θ Κ, καὶ τῷ ἐκ τῶν Θ Κ Γ ∠ Ε στερεῷ ἴσος ἔστω ὁ Λ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ Ε στερεὸς ἴσος ἐστὶν ἑκατὸν τοῖς Λ. Ἔστι δὲ φανερὸν διὰ τῶν ἀριθμῶν, τοῦ Α ὄντος μονάδων κ΄ καὶ τοῦ Β μονάδων κ΄, καὶ τοῦ Γ μονάδων ε΄ καὶ τοῦ ∠ μονάδων Ϛ΄ καὶ τοῦ Ε μονάδων ζ΄, καὶ τῶν Θ Κ πυθμένων ὄντων μονάδων β΄· ὁ γὰρ ὑπὸ τῶν Θ Κ Γ ∠ Ε γίνεται στερεὸς μονάδων ωμ΄, οὗτος δὲ ἑκατοντάκις γενόμενος ἔσται μυριάδων η΄ μονάδων δ, ἴσος τῷ ἐκ τῶν Α Β Γ ∠ Ε στερεῷ ἀριθμῷ.