12 κβ΄. Ἔστω ὁ μὲν Α ἐλάσσων μὲν χιλιάδος μετρούμενος δὲ ὑπὸ ἑκατοντάδος, ἕκαστος δὲ τῶν Β Γ ∠ ἐλάσσων δεκάδος, καὶ δέον ἔστω τὸν ἐκ τῶν Α Β Γ ∠ στερεὸν εἰπεῖν. Κείσθω γάρ τοῦ μὲν Α πυθμὴν ὁ Ε, ὁ δὲ ἐκ τῶν Ε Β Γ ∠ ὁ Ζ· ὅτι ὁ ἐκ τῶν Α Β Γ ∠ στερεὸς ἑκατοντάκις ἐστὶν ὁ Ζ. Φανερὸν δέ καὶ τοῦτο διὰ τῶν ἀριθμῶν, τοῦ Α ὑποκειμένου, φέῤ εἰπεῖν, μονάδων τ΄ καὶ τοῖ Β μονάδων γ΄ καὶ τοῦ Γ μονάδων δ΄ καὶ τοῦ ∠ μονάδων ε΄· ὁ μὲν γάρ ὑπὸ τῶν Α Β Γ ∠ ἐστὶν μ η, ὁ δέ ὑπὸ τῶν Ε Β Γ ∠ ἐστὶν μονάδων ρπ΄· οὗτος δὲ γενόμενος ἑκατοντάκις ἔσται μ η. τὸ δὲ γραμμικὸν ἐκ τοῦ στοιχείου δῆλον.