5. Ἔστω τὸ φαινόμενον τῆς γῆς ἡμισφαίριον, ἐν ᾧ ἡ οἰκουμένη καταγράφεται, τὸ A B Γ Δ ἰσημερινὸς δὲ κύκλος ὁ B Ε Δ βόρειος δὲ παράλληλος, ὁ ἀφορίζων τὸ ἐγνωσμένον τῆς γῆς πλάτος, ὁ H Θ· νότιος δὲ παράλληλος, ὁ ἀφορίζων καὶ αὐτὸς τὸ ἐγνωσμένον αὐτῆς πλάτος, ὁ Κ A M. Ἔστιν οὖν ὁ τοῦ πλάτους σταδιασμὸς διὰ τοῦ μεσημβρινοῦ μυριάδων δ΄, τὸ ἀπὸ βορρᾶ ἐπὶ νότον δηλονότι, ὅσον ἐγνωσμένον τε καὶ οἰκούμενον· ὁ δέ τοῦ μήκους σταδιασμὸς, ἤτοι τὸ ἀπὸ δυσμῶν ἕως ἀνατολῶν ἐγνωσμένον, ὃ καὶ οἰκούμενον, θ μυριάδων σταδίων εἶναι λέγεται ἐπὶ τοῦ ἰσημερινοῦ, ὡρῶν δὲ ιβ΄· διάστημα γὰρ κατὰ τὸν ἡλιακὸν δρόμον, ὡς ἔμαθες, τουτέστι τὸ ἀπὸ τοῦ B ἐπὶ τὸ Δ. Τὸ μέντοι ἀπὸ τοῦ H ἰπὶ τὸ A ἐν τῷ βορείῳ τμήματι, καὶ ἀπὸ τοῦ A ἐπὶ τὸ Γ ἐν τῷ νοτίῳ ἄγνωστον πάντη καὶ ἀοίκητον· ἐγνωσμένον δὲ μόνον τὸ ἀπὸ τοῦ H ἰπὶ τὸ Λ, τμῆμα. Λέγεται δὲ πλάτος, ὡς εἴρηται, ἡ H Λ, ἡ δὲ B Δ μῆκος. 6. Ἔστιν οὖν τὸ μὲν μῆκος, ὡς ἔφαμεν, μοιρῶν μὲν ρπ΄, σταδίων δὲ μυριάδων θ΄, ὡρῶν δὲ ιβ΄· τὸ δὲ πλάτος μοιρῶν μὲν οθ΄, γ΄ ιβ΄, ἢ ὅλων π΄, σταδίων δὲ μυριάδων δ΄, ὡρῶν δὶ θ΄. Μὴ καταπλαγῇς δέ, καθότι ἐπὶ μὲν τοῦ μήκους, ρπ μοιρῶν ὄντος, ιβ ὡρῶν ἀκούεις οἶναι διάστημα, ἐπὶ δὲ τοῦ πλάτους, π μόνον ὄντος μοιρῶν, θ΄ ὡρῶν ἔχειν ἀνάβασιν, ὀκτὼ μὲν ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν, μιᾶς δὲ ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς νότον· οὐ γὰρ ὁ αὐτὸς λόγος ἐπ᾿ ἀμφοτέροις ἐστὶν, ἀλλ᾿ ἰπὶ μὲν τοῦ ἰσημερινοῦ ὁ δρόμος ἐστὶν, ὡς ἔφαμεν, τοῦ ἡλίου, καὶ ἐπειδὴ τὸ νυχθήμερον κδ΄ ὧραί εἰσι, διέρχεται δὲ ὁ ἥλιος τῶν ζωδιακὸν κύκλον, καὶ φαίνεται πρωΐ μὲν εἰς τὴν ἀνατολήν κατὰ τὸν ὁρίζοντα, ἑσπέρας δὲ εἰς δυσμὰς κατὰ τὸν ὁρίζοντα καὶ νυχθήμερον ἀποτελεῖ· τὸ ἥμισυ ἄρα καὶ μεσαίτατον τῆς γῆς ιβ΄ ὡρῶν ἔχει διάστημα. Ἐπκὶ δὲ τῆς πρὁς βορρᾶν ἀναβάσεως τοῦτό σε εἰδέναι χρὴ, ὡς ὁ ἥλιος ὑπὸ γῆν ὢν, ὅτε μὲν κατὰ τὴν ἰσημερίαν ἐστὶ, πανταχόθεν ἑνὶ ὁρίζοντι φαίνεται ἀνατέλλων καὶ δύνων ὁμοίως, κᾀντεῦθεν ἰσημερία ἐστὶν ἐν μιᾷ ἡμέρᾳ μόνῃ· ὅτε δὲ ταύτης πρὸς βορρᾶν ἢ πρὸς νότον ἀπέρχεται, τότε δὴ καὶ ἡ ἡμέρα αὔξειν ἀπάρχεται, τῷ μέρει δηλονότι ᾧ ὁ ἥλιος περιέρχεται.