3. Εἶτα γραμμῇ διελόντες τὴν ὅλην οἰκουμένην ἀπὸ δύσεως μέχρι ἀνατολῶν, ἀφορίσωμεν τὸν βορρᾶν ἀπὸ τοῦ νότου. Καλοῖτο δ᾿ ἂν ἡ γραμμὴ ἰσημερινὸς, ὡς ἐπὶ ταύτῃ ἀεὶ ἰσημερίας γινομένης, καὶ ὡς, ἐπειδὰν ἰν ταύτῃ τὴν ἀνατολὴν ποιεῖται ὁ ἥλιος, ἰσημερίας κατὰ πᾶσαν γινομένης τὴν γῆν. 4. Ἔπειτα κύκλῳ δίχα τε καὶ πρὸς ὀρθὰς τῷ ἰσημερινῷ διελόντες τὴν οἰκουμένην, ἐκ τούτου τὸ δυσμικώτερον καὶ ἀνατολικώτερον τοῦ πόλου νοήσωμεν. Λέγοιτο δʼ ἂν ἡ γραμμή αὕτη μεσημβρινὸς, ἐπειδὴ ἐν ταύτῃ γινόμενος καθ᾿ ἐκάστην ὁ ἥλιος τὴν μεσημβρίαν ἀποτελεῖ. Ἀμφότερα δέ μοι δοκεῖ καλὸν ὑποτυπῶσαι σχήμασιν, ὡς ἂν εὐληπτότερά σοι γένοιντο.