1. Τοῦ τεχνικοῦ Πτολεμαίου διεξιόντος, ὅσα τῇ γεωγραφίᾳ σοφωτέρως διέθετο, οὐχ ἁπλῶς, οὐδ᾿, ὡς ἄν τις εἴποι, ἐξ οἰκείας γνώμης ἢ δόξης, ἀλλὰ ταῖς τῶν παλαιοτέρων καὶ οὗτος ἐπακολουθῶν παραδόσεσι, καὶ τῶν μὶν τὰ δόξαντα ἀληθῆ εἶναι, ὡς καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλουσιν, ἐπιβεβαιῶν, τῶν δὲ τὰ τῇ αἰσθήσει ὡς ψεύδη ἀπελεληγμένα ἐπιστημονικῶς διορθούμενος· δεῖν προσεπενοήσαμεν καὶ αὐτοὶ τὴν τοῦ παντὸς ὡς ἐν βραχεῖ συνελεῖν πραγματείαν, ὡς ἂν ἐπὶ μνήμης ἔχῃς, ὦ φίλων ἄριστε, ὅσα καὶ διὰ ζώσης φωνῆς παῤ ἡμῶν ἀκήκοας. 2. Δέον τοίνυν εἰδέναι σε, ὡς ἡ οἰκουμένη πᾶσα πρὸς τὸ μέγεθος τῆς ὅλης γῆς ἀναλογιζομένη τὸ τέταρτον ταύτης εὑρίσκεται. Ἐπειδὴ γὰρ σφαιροειδῆ ταύτην παρελάβομεν εἶναι, καὶ περίμετρον ἔχειν μοιρῶν τξ, τὰς μὲν ρπ΄ κατὰ τὸ φαινόμενον μέρος τῆς γῆς ὑποθώμεθα, τὰς δ᾿ ἑτέρας ρπ τῷ μὴ φαινομένῳ δῶμεν. Τοῦτο δὲ ποιήσωμεν ἐπὶ τοῖς τέσσαρσι τῆς οἰκουμένης μέρεσι, βορείῳ λέγω καὶ νοτίῳ καὶ ἑσπερίῳ καὶ ἑῴῳ.