Ἔστι καὶ ἕτερος τρόπος ὃν δεῖ παραλαμβάνειν εἰς τὰ ἐσχηματισμένα κατὰ παράλειψιν καὶ ἀποσιώπησιν, οἷον, ἀλλ᾿ οὐδ᾿ ὑμῖν ὀνειδίζω τοῖς δεδωκόσι μοι πρὸς τὴν τελευτήν. ὡνείδιζον γὰρ ἄν, εἰ ταῦτ᾿  ἔλεγον νόμωνὄντων,ἀκμαζούσης δημοκρατίας, διαρρήδην τῶν νομοθετῶν ἀπαγορευόντων μὴ καθʼ ἑνὸς γράφειν, μὴ βουλεύειν φόνον, 542 μὴ θανάτου αἰτίαν παρέχειν. ἔστι δὲ καὶ ἕτερος τρόπος· δέον κατηγορεῖν ἐν τῇ πραγματείᾳ οὐ διʼ ἐναντίας παραμυθίας αὐτὸν ἀξιοῦμεν, ὡς ἐπὶ τῆς αὐτῆς ὑποθέσεως, ὅτι ἰδιώτης ἐπανῆλθεν. ἀλλʼ οὐθέν σοι δεινὸν πέπρακται μὴ τυχόντι τῆς ἀριστείας· ἐπεθύμησας γὰρ διὰ τὴν τελευτὴν τὴν ἐμήν. ἀλλὰ τί γὰρ ἂν πάθοις ἐν τρυφῇ τραφείς, ἁβροδίαιτος ὢν τὸν βίον; τὰ δὲ τηλικαῦτα τῶν κατορθωμάτων σκληρῶν δεῖται τῶν σωμάτων. εἰ δὲ ἠτύχηκας, ἀτυχοῦσι καὶ οἱ πλούσιοι πολλάκις. ἀλλʼ ἡ πόλις ἤλπισεν ἐν σοὶ μάτην. διαμαρτάνουσι τῶν ἐλπίδων καὶ πόλεις, καθόλου δὲ πανταχοῦ καὶ ἐν παντὶ χωρίῳ τῆς τοιαύτης ὑποθέσεως τὰ ἐναντία λέγειν χρή· οὕτω προαιρούμεθα ἐπείτοι καὶ ἐν ῥήματι πληροῦται διάνοια ἐσχηματισμένη, καὶ μάλιστα ἐν τῷ διὰ μέσου καὶ ἀμφιβόλῳ, οἷον εἰ κακοηθιζοίμεθα πότερον ἐπὶ τῇ αὐτοῦ γυναικί, μάλιστα εἰ παῖς ἡμῖν εἴη γεγενημένος ἐξ αὐτῆς, οἷον, οὗτός ἐστι τὰ πάντα ἐπὶ τῆς οἰκίας δεσπότης, ἀνήρ, πάντων ἡμῶν πατήρ· μάλιστα δʼ ἐν ταῖς προδιηγήσεσιν αἱ προκατασκευαὶ κακίαν ἐχέτωσαν, ἔγημα ἐγώ μὴ προαιρούμενος, ὁ πατὴρ ἠνάγκασε, διηγεῖτο, ἔλεγεν εὐσχήμων εὐγενὴς εἶναι. ἔστι δʼ ἐκεῖνο μέγιστον παράγγελμα ἐν τοῖς ἐσχηματισμένοις, τὸ μὴ πάντα πληροῦν ἐν αὐτοῖς, μήπως δειχθῇ τὸ σχῆμα. Τέλος Ἀψίνου.