<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="5"><p>Ἄλλο. Ἀριστον δὲ εἰς σχηματισμὸν παράγγελμα τὸ <lb n="30"/> δοκεῖν ἐναντία
                        λέγειν· ὃ γάρ ἐστιν ἐν τοῖς ἄλλοις προβλήμασιν ἁμάρτημα, τοῦτό ἐστιν ἐν
                        τούτοις κατόρθωμα, οἷον εἰ τύχοι, πλούσιος πένητα ᾒτησεν ἀποκτεῖναι, καὶ <pb n="413"/> ὁ δῆμος ἔδωκε· μετὰ ταῦτα ἰδιώτης ἐπανῆκεν ὁ πλούσιος
                        ἀῇιστεύσειν ἐπαγγειλάμενος, καὶ προσαγγέλλει ἑαυτὸν ὁ πένης· ἐνταῦθα γάρ, εἰ
                        τύχοι, πρῶτον λέγει περὶ τῆς δωρεὰς, διʼ ἣν πρῶτον ἐγκαλεῖ τοῖς δεδωκόσι,
                        καὶ φανερῶς μὲν ἐπαινεῖ καὶ τὸν αἰτήσαντα καὶ τοὺς δεδωκότας. <lb n="5"/>
                        καὶ ὁ ἔπαινος ἐν μὲν τῇ ἀρχῇ καὶ τῇ περιβολῇ μόνον περιγράφεται, ἡ δὲ
                        ἐργασία αὐτοῦ ἄλλο τι δύναται, οἷον ἐγὼ καὶ τὸν αἰτήσαντα ἐπαινῶ. πολέμιον
                        γὰρ φονεῦδαι ἐσπούδακενἀντηγωνισμένον πολλάκις αὐτῷ καὶ φυλάττοντα τὴν
                        δημοκρατίαν, τῆς ἐλευθερίας προεστῶτα. ἀλλὰ <lb n="10"/> καὶ ὑμᾶς τούς
                        δεδωκότας ἐγκωμιάσαι καλόν ὁ πλοῦτος <note type="marginal">(730)</note>
                        ἐξεδυσώπησεν ὑμᾶς. ἐφοβήθητε τὸν πλούσιον τὰ τῆς ὑποσχέσεως ἦν λαμπρὰ καὶ
                        δυνατὰ κατεργάσασθαι μόνον τούς πολεμίους ἐστὶ τοῦ πλουσίου.</p></div></div></body></text></TEI>