Ἄλλο. Ἀριστον δὲ εἰς σχηματισμὸν παράγγελμα τὸ δοκεῖν ἐναντία λέγειν· ὃ γάρ ἐστιν ἐν τοῖς ἄλλοις προβλήμασιν ἁμάρτημα, τοῦτό ἐστιν ἐν τούτοις κατόρθωμα, οἷον εἰ τύχοι, πλούσιος πένητα ᾒτησεν ἀποκτεῖναι, καὶ ὁ δῆμος ἔδωκε· μετὰ ταῦτα ἰδιώτης ἐπανῆκεν ὁ πλούσιος ἀῇιστεύσειν ἐπαγγειλάμενος, καὶ προσαγγέλλει ἑαυτὸν ὁ πένης· ἐνταῦθα γάρ, εἰ τύχοι, πρῶτον λέγει περὶ τῆς δωρεὰς, διʼ ἣν πρῶτον ἐγκαλεῖ τοῖς δεδωκόσι, καὶ φανερῶς μὲν ἐπαινεῖ καὶ τὸν αἰτήσαντα καὶ τοὺς δεδωκότας. καὶ ὁ ἔπαινος ἐν μὲν τῇ ἀρχῇ καὶ τῇ περιβολῇ μόνον περιγράφεται, ἡ δὲ ἐργασία αὐτοῦ ἄλλο τι δύναται, οἷον ἐγὼ καὶ τὸν αἰτήσαντα ἐπαινῶ. πολέμιον γὰρ φονεῦδαι ἐσπούδακενἀντηγωνισμένον πολλάκις αὐτῷ καὶ φυλάττοντα τὴν δημοκρατίαν, τῆς ἐλευθερίας προεστῶτα. ἀλλὰ καὶ ὑμᾶς τούς δεδωκότας ἐγκωμιάσαι καλόν ὁ πλοῦτος (730) ἐξεδυσώπησεν ὑμᾶς. ἐφοβήθητε τὸν πλούσιον τὰ τῆς ὑποσχέσεως ἦν λαμπρὰ καὶ δυνατὰ κατεργάσασθαι μόνον τούς πολεμίους ἐστὶ τοῦ πλουσίου.