<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="4"><p>Μετέλθωμεν δὲ καὶ ἐπʼ ἐκεῖνο τὸ εἶδος, ὅπου τις λύει τὰ δόξαντα, ἢ νόμον,οἷον
                        Ὑπεριθης ἀξιῶντὸν Δημοσθένην <note type="marginal">540</note>
                        <pb n="412"/> δημόσιον εἶναι δοῦλον, ἐπειδὴ ξενίας ἑάλω. ἐνταῦθα εἰσάξεις τὰ
                        ὑπὲρ Δημοσθννους, καὶ ἐπιδείξεις ἄξιον ὄντα αὐτὸν καὶ ἐλευθερίας, οὐ μόνον
                        τοῦ δουλείας ἀπηλλάχθαι. ἠγνόητο δʼ ἄν σοι τοῦτον τὸν τρόπον <lb n="5"/>
                        εἴσοδος τοῦ λόγου ὑπὲρ Δημοσθένους, ὅτι ὑμεῖς προσδοκᾶτε ἐρεῖν· καὶ ἐν ταῖς
                        ἀγγελίαις δὲ ταὐτὸν ποιήσεις, ὅπερ ἐπὶ τῶν τιμήσεων ἔφαμεν· βαρύτητι γὰρ
                        χρήσῃ καὶ σχετλιασμοῖς καὶ τοῖς τοιούτοις. παραλαμβάνομεν δὲ κἀκεῖνο τὸ
                        εἶδος, οἷον Δημοσθένης ἀξιοῖ ἐκδίδοσθαι <lb n="10"/> αὐτὸν τοῦ Φιλίππου
                        ἐξαιτοῦντος ἢ τὸν Δημοσθένην ἢ τὰς τριήρεις. ἐν αὐξήσει κεῖται τὰ κατὰ τὸν
                        Δημοσθένην,αῦξοντος τὰ καθʼ αὑτόν, καὶ ἀξίωμα ἔξει ὁ λόγος. εὐθὺς δὲ κατʼ
                        ἀρχὰς συστήσεις πόσου ἄξιος ἀπὸ τῆς κρίσεως τῆς τοῦ Φιλίππου. ἐρεῖς οὖν ὅτι
                        ἐλελήθειν <lb n="15"/> μείζονος ὢν ἤπερ ἐνόμιζον. ὁ γοῦν Φίλιππος ἐν ἴσῳ τὸ
                        κατʼ ἐμὲ τίθεται ταῖς τριήρεσιν, εἶτα ὅτι φθονοῦσί μοί τινες φιλοτιμίας.
                        εἶτα περὶ φιλανθρωπίας ἐρεῖς τῶν Ἀθηναίων, καὶ οὕτως εἰσάξεις τὸν ὑπὲρ
                        Δημοσθένους λόγον, ὅτι ὑπὲρ τοὺς στεφάνους, ὑπὲρ τὰς ἀναρρήσεις <lb n="20"/>
                        τὰ νυνί ἔξεις οὖν σκέψιν νῦν προσθεῖναι περὶ Δημοσθένους καὶ τῶν τριήρων·
                        διὰ τοῦτο οὖν ἐπιδίδωσιν ἑαυτόν, ἵνα μήτις εἴπῃ, ὅτι Δημοσθένης προὔδωκε τὰς
                        τριήρεις Φιλίππῳ, καὶ Δημοσθένει οὐκ ἔστι τὸν αὐτὶ τὴν πολιτείαν σατε
                        διαμεῖναί με ἐπὶ τῆς ὑπαρχούσης <note type="marginal">541</note> δόξης,
                        οὐδὲν προῦδωκατῶν τῆς πόλεως. καὶ κατʼ εἶδος <lb n="26"/> λέγων, πονηρότερος
                        ὑμῖν οὐκ ἄν γενοίμην τοῦ δεῖνος ἢ τοῦ δεῖνος, οἳ ἐν μέρει τινὶ ἔβλαψαν τὴν
                        πόλιν, ἐγὼ δὲ τοῖς ἅπασι φανοῦμαι, εἶτα ἡ ἀντίθεσις ἐν τοῖς πράγμασιν.</p></div></div></body></text></TEI>