Ἄλλο. Ἑτέρα φύσις τῶν ἐσχηματισμένων, ὅταν τινὲς τοῖς πρότερον εἰρημένοις ὑπʼ αὐτῶν τὰ ἐναντία συμβουλεύσωσιν, οἷον χειμῶνι ἐχρήσατο ἐπὶ Σκελίαν στόλος πεμφθείς, καὶ ἐπανῆκεν εἰς τὸν Πειραιᾶ, καὶ τὰς ἐναντίας γνώμας Νικίας καὶ Ἀλκιβιάδης. καὶ πάλιν, Κλέων καὶ Διόδοτος τὸ δεύτερον ἀποστάντων Μυτιληναίων ἐναντία λέγουσι· καὶ ὁ Δημοσθένης Φιλίππου ἐξαιτοῦντος τὰς τριήρεις ἀντειπών καὶ ἡττηθεὶς καὶ τὰ πληρώματα συμπέμπειν ἀξιοῖ τί οὖν δεῖ ποιεῖν ἐν τούτοις τὸ 538 ἀντιπῖπτον ἐκεῖνο λύειν, ὅτι τὰ ἐναντία γράφεις, λογισμούς εἰς τοῦτο παραλαμβάνειν διʼ ὧν τὰ πρότερα ἐδοκίμασε. διὰ τούτων τὸ ἑαυτοῦ δόγμα κρατύνειν, οἷον ἐὰν Νικίας λέγῃ τὸ ἀντιπῖπτον ἐκεῖνο, ὅτι θαυμάζουσίν τινες διὰ τί πρότερον ἐγένετό μοι δοκεῖ, ἔπειτα δὲ ἕτερα ἀντέλεγε, καὶ οὐχ ἅπερ πρότερον αὐτὸν ἔπεισεν, ἐκεῖνα συμβουλεύσαι. ταῦτα κατασκευαστικὰ ὧν βούλεται κρατῆσαι, βούλεται δὲ αὐτοὺς ἀποτρέψαι τῆς στρατείας. τίνα οὖν ἐστι κατασκευαστικά; ὅτι ἄρα πόλεμον μέγαν κεκινημένον καὶ οὐδαμοῦ λυσιτελοῦν τὸ διπλοῦς ἐπʼ αὐτούς ποιῆσαι πολέμους καὶ τὸ μῆκος τοῦ πλοῦ ὅτι ἐνεθυμεῖτο, καὶ πάντα ὅσα συστατικὰ τοῦ μὴ συμφέρειν ἐπʼ ἐκείνους στρατεύειν καὶ οὕτως μεταβήσεται· ἀλλʼ ἔδοξεν, καὶ οὐ δεῖ ἐναντιοῦσθαι τοῖς δόξασι. καὶ τὸ τοῦ Ἀλκιβιάδου μέρος τὸν αὐτὸν ἕξει τρόπον, λέγοντος κἀκείνου ὑφʼ ὧν ἀνεπείθετο μὴ ὀκνῆσαι τὴν στρατείαν, λύοντος ταῦτα τὰ ἀντικείμενα διʼ ἅπερ φαίη τις ἂν μὴ δεῖν στρατεύειν, καὶ ὅσα περὶ τοῦ πολέμου τοῦ πρὸς Λακεδαιμονίους, ὅτι ἑώρων δύναμιν ἀντιπολεμοῦσαν ἑτέραν, ἢ ὅτι οὐ δύναται Λακεδαιμονίους κατείργειν. καὶ ὅτι κωλύειν ἐνόμιζε προσήκειν τούς ἐκεῖθεν βοηθούς ἐλθεῖν Λακεδαιψονίοις, καὶ ὅτι ῥᾷστον ἑλεῖν Σκελίαν διὰ τὸ στασιάζειν ἐν ἀλλήλοις, καὶ ὅτι τὸ μέγεθος τῶν πόλεων προτρέπεται μᾶλλον καὶ παροξύνει ἐφίεσθαι τῶν ἐκεῖ πόλεων , καὶ ὅτι κατασχεῖν ἑώρων οἷόν τε τὰ ὀνείδη, καὶ ὅτι βασιλεὺς ὅλης Κύπρου δύναται κρατεῖν, νήσου καὶ ταύτης οὔσης. εἰσάξεις δέ που καὶ τὰ τοιαῦτα 539 ἀπὸ τῆς ἀρχῆς ἀρξάμενος ἐκείνης κατὰ τὸν ἀκμαῖονλόγον, ὡς δεινὸν εἰ τῶν μὲν Κέυκλάδων καὶ Σποράδων ὅπως ἄρξομεν τοσαύτην σπουδὴν ποιούμεθα καὶ τῶν κατʼ Αἰγαῖον ἐφιέμεθα, τῆς δὲ ἑσπέρας ἑτέροις παραχω (729) ρήσομεν, καὶ ἐξὸν προαγαγεῖν μέχρι τοῦ Ἰονίου, ἡμεῖς δὲ ὀκνήσομεν. τί οὖν ἐμποδών; ὁ χειμὼν δηλαδή. καὶ ταῦτα ἐρεῖς οὐκ ἐξιών, ἐπεὶ ἐναντίον ἑαυτῷ ποιήσεις, καὶ ἐν τούτῳ δὲ τὰς ἀντιθέσεις ἰσχυρῶς εἰσάξεις. ὑπὲρ σοῦ γάρ εἰσιν οἱ λόγοι οἱ ἐν αὐταῖς περιεχόμενοι, οἷον ἐὰν λέγῃ Ἀλκιβιάδης ἀλλὰ νὴ Δία, φήσει τις, ἀλλʼ ἔδοξε, καὶ πολλοὶλόγοι περὶ αὐτῶνἐγένοντο, καὶ οὐκ ἐν μιᾷ ἐκκλησίᾳ ἐβουλευσάμεθα περὶ αὐτῶν. ὅσῳ γὰρ πλείω παραλαμβάνει, τοσούτῳ πλέον ἀνύει τὸ βούλημα. τὴν μέντοι λύσιν λέγων, ἀλλὰ χειμῶνες καὶ θάλαττα, καὶ ἄλλα πολλὰ. ἀφ’ ὧν πόνοι συνέβαινον, καὶ ἄλλα πολλὰ τὰ ἐκκρούοντα, καὶ ὡς μὲν οὐκ ἀπροσδόκητον καὶ χειμῶνι περιπεσεῖν πλέοντα θάλατταν, οὐκ ἄδηλον καθέστηκεν, οὐ μὴν τοσούτῳ χειμῶνι χρήσασθαι· καὶ γάρ, εἰ μηδὲν φαῦλον ἀπήντησε, τοῦτο τῇ τύχῃ λογιστέον, αὐτούς δὲ οὐ προσήκει παραβάλλεσθαι ἐκ χειμῶνος εἰς χειμῶνα. καὶ πολλὰ ἐκ παραλείεως τοιαῦτά τις λέξει· καὶ ὡς οὐ νῦν πρῶτον ἐπειράθημεν χειμῶνος κατὰ θάλατταν, ἀλλʼ εἰωθότα, οὐκ ἀγνοῶ. ὅμως ὑφορῶμαι μή τι οἰώνισμα ᾖ, ὁ δὲ Νικίας ἔμπαλιν ἐρεῖ, ὅτι καὶ ἔδοξε καὶ ταῦτα αὐτοῦ ἀντιλέγοντος καὶ ἀποτρέποντος. τίς ὁ λόγος σοι ἔσται.