<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="2"><p>Ἄλλο. Τῶν ἐσχηματισμένως προαγομένων ζητημάτων, ἐν οἷς τὸ διʼ ὑπονοίας ἐστὶ
                        καὶ ἐμφάσεως, ὅταν ἄλλο <pb n="408"/> μέν τι διοικῆται, ἄλλο δέ τι
                        σπουδάζειν προσποιῆται διʼ ἑτέρων λύων, τὰ εἴδη πολλά ἐστιν ἓν γὰρ κἀκεῖνο
                        τὸ εἶδος τοῦ ἐσχηματισμένου τρόπου, περὶ οὐ πρότερονἐλέγομεν, ὅταν
                        ὑποτιμώμενος αὐτῷ μείζονος διὰ τούτου <lb n="5"/> ταῦτα καθαιρῇ, ἐφʼ οἷς ἑά
                        λωκε· καὶ ἔστιν οἱονεὶ λύοντος τὰ κεκριμένα. Δημοσθένης ἐπὶ τοῖς Ἁρπαλείοις
                        χρήμασιν ἐάλω, καὶ ὁ μὲν Ὑπερείδης αὐτῷ τιμᾶται φυγῆς, ὁ δὲ ἀποθνήσκειν
                        αἱρεῖται. πάλιν ὁ Μιλτιάδης ἐπὶ τοῖς περὶ Πάρον ἑάλωκε, καὶ ὁ μὲν Ξάνθιππος
                        αὐτῷ τιμᾶται <lb n="10"/> φυγῆς, ὁ δὲ ἀνθυποτιμᾶται θανάτου. τί οὖν δεῖ
                        ποιεῖν ἐν τούτοις πᾶσι; βαρύτητι χρῆσθαι. ἡ δὲ βαρύτης ἔξει μέγεθος, ἐὰν
                        προάγηται κατηγορεῖν ἑαυτοῦ, καὶ οἷα τετόλμηκεν. ἐνταῦθα μέντοι βαρέως τὴν
                        κατηγορίαν καθʼ ἑαυτοῦ εἰσάξει, τὰς δὲ λύσεις πρὸς τὰ ἐγκλήματα ἐν <lb n="15"/> τρόπῳ αὐξήσεως παραλαμβάνοντες. οἷον ὁ Δημοσθένης λέγει, ὅτι
                        εἰκότως τεθνήξεται, διότι νεώτερος μὲν ὢν οὐδὲν αἰσχρὸν ἐπὶ λήμματι
                        προείλετο, πρεσβύτατος δὲ γενόμενος τηνικαῦτα δεδωροδόκηκε, καὶ παρὰ
                        Φιλίππου <note type="marginal">536</note> μὲν οὐκ ἔλαβον, οὐδὲ παρὰ
                        Ἀλεξάνδρου διδόντων οὐκ <lb n="20"/> ἐλάττω, ὑπὸ δὲ τῶν δούλων τῶν ἐκείνου
                        διεφθάρην, καὶ πρότερον μὲν οἴκοθεν προεῖτο καὶ εἰς αἰχμαλώτων λύσεις καὶ
                        θυγατέρων ἐκδόσεις. ὅσα οὖν ἐστι τὰ λύοντα τὰς αἰτίας, ταῦτα ἐν τρόπῳ
                        αὐξήσεως παραλήψεται. τοῦτο καὶ ἐπὶ τοῦ Μιλτιάδου, ὅταν λέγῃ πονηρότατος <lb n="25"/> προδότης γεγενῆσθαι, καὶ ὅτι ἐξηπάτηκε τὸν δῆμον, πρότερον
                        μεγάλην δόξαν παραστήσας, νῦν δὲ ἄλλος φανείς, καὶ ὅτι συγγνώμης τυχεῖν οὐκ
                        ἄξιος, εἰ μὴ λαβών παρὰ βασιλέως χρήματα πολλὰ διδόντος Παρίους ὑπῆλθε καὶ
                        ἐθαύμασε τὰ παρὰ τούτων διδόμενα. καὶ ταῦτα μὲν <lb n="30"/> ὡς ἐν
                        προκαταστάσει, τὰ δὲ προκαταρκτικὰ ἔσται σοι ἐν τούτοις· καί γε ἐλεγκτικῶς
                        ἐρεῖς φάσκων ὅτι περιπάπτουσιν αὐτοῖς οἱ κατήγορροι, μεγάλα μὲν
                        κατηγοροῦντες, <pb n="409"/> τιμώμενοι δὲ ὀλίγων καὶ ἐλαττόνων, καὶ ὡς
                        ἀπορῶν ἐρεῖς καὶ τεθαυμακώς, τί ποτʼ ἐπῆλθεν αὐτοῖς ἀντὶ μεγάλων ἐγκλημάτων
                        ὁρίσαι μικρὰ ἐπιτίμια καὶ κατʼ ἀρχὰς εὐθέως, ὡς εἰ καὶ πρότερον διημάρτανες
                        γνώμης <note type="marginal">(728)</note> ἐνδιδοὺς ἑαυτὸν πρὸς ἀδικήματα,
                        ἀλλὰ νῦν γε βελτίων <lb n="5"/> φαίνῃ. ταῖς δὲ ἀντιθέσεσι προσήκει
                        ἐνδιατρίβειν καὶ κατασκευὰς ἀντεπάγειν τῶν ἀντιθέσεων τὰς εἰς τὸν σκοπὸν
                        συντεινούσας, οἷον ὅταν λέγῃς, ἀλλὰ νὴ Δία φιλανθρωπεύεσθε. δεῖ δὲ πρότερον
                        καὶ κατʼ εἶδος λέγειν, καὶ  διεξέρχεσθαι μέχρι πολλοῦ τίνα ἐστὶ διʼ ἃ δεῖ
                        φιλανθρωπεύεσθαι. <lb n="10"/> ὑπὲρ γὰρ σοῦ ἐστι ταῦτα διαιρεῖσθαι. δεῖ σε
                        ἑαυτῷ ἀνθρώπων βελτιόνων χείρων γέγονας. καὶ πάλιν τοιαῦτα εἰσάξεις, ὅσα
                        ἐστὶν ἀνατρεπτικὰ τῶν κατὰ σοῦ, ὅτι οὐκ ἔστι τῶν αὐτῶν δίκην μὲν ἐπιβάλλειν,
                        ὡς ἐπὶ ἀδικήματι, περιορᾶν δʼαὐτοὺς ζῶντας καὶ μὴ λυμαίνεσθαι, <note type="marginal">537</note> καὶ ὡςιεἴη αὐτοῖς ὁ βίος ἀβίωτος, ὀνείδη
                        ἐχόντων <lb n="16"/> διὰ τὰ πρότερον πολιτεύματα, καὶ τοῖς κατʼ εἶδος
                        ἐνδιατρίψεις οὐδὲν ἧττον, ἅμα καὶ ἐν ἐπιλόγοις αὖθις ἀναμνήσεις περὶ τῶν
                        πεπολιτευμένων καὶ πεπραγμένων, ἐὰν λέγῃς, ὅτι μὴ συγχωρηθῆναί σοι δεῖ
                        ἀποφεύγειν, ἀνθʼ <lb n="20"/> ὧν <del>πρότερον</del> ἠδίκεις. ταῦτα γάρ ἐστι
                        τὰ ὠφελοῦντα τὸν λόγον, αἱ πράξεις αἱ προγεγονυῖαι. σχήμασι δὲ χρήσῃ
                        σχετλιαστικοῖς ὅταν λέγῃς· ὢ τῆς ἐμῆς ἀδοκήτου τύχης, καὶ νέος μὲν ὤν, ὦ γῆ
                        καὶ θεοί, τίσιν εἰκὸς καὶ αὐτὸν οὕτω βουλεύσασθαι; καὶ παράνοιαν καὶ
                        παραφροσύνην <lb n="25"/> κατὰ ἑαυτοῦ λέγων καὶ ὅσα τοιαῦτα ὀνόματα τὴν
                        βαρύτητα πλείω ἐργάσῃ. οὐκ ὀκνήσεις δὲ καὶ θετικώτερον ἐπεξιέναι τῷ κατὰ τῶν
                        προδοτῶν λόγῳ, ἢ κατὰ τοῦ ἀδικήματος ἐκείνου ἐφʼ ᾧ κρίνῃ· ἀξιόπιστον γάρ σοι
                        ποιεῖ τὸ τοιοῦτο τὸν λόγον. παραλήψῃ δὲ αὐτὰ οὐκ ἀκαίρως, <lb n="30"/> ἀλλὰ
                        ἐν τῇ συστάσει τοῦ ὅτι ἄχρι θανάτου δεῖ γενέσθαι τὸ τίμημα· τὸ γὰρ ἀδίκημα
                        μέγα καὶ χαλεπόν.</p><pb n="410"/></div></div></body></text></TEI>