<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg002.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="1"><p><del>Τῶν ἐσχηματισμένων προβλημάτων τὰ μέν ἐστι κατὰ τὸ ἐναντίον, τὰ δὲ
                            πλάγια, τὰ δὲ κατʼ ἔμφασιν. <lb n="5"/> ἐναντίον μὲν οὖν ἐστιν, ὅταν τὰ
                            ἐναντία κατασκενάζωμεν οὗ λέγομεν, οἷον, ᾔτησαν Ἀθηναῖοι παρὰ
                            Λακεδαιμονίων εἰρήνην, οἱ δὲ ἀντῄτησαν Περικλέα. βουλεύονμένων τῶν
                            Ἀθηναίων αὐτὸς ὁ Περικλῆς ἀξιοῖ ἀπιέναι· ὁμολογουμένως γὰρ ὁ Περικλῆς,
                            εἰ καὶ λέγει πέμπεσθαι, <lb n="10"/> ἀλλὰ σχήματι λόγου χρῆται. πλάγιον
                            δέ ἐστιν, ὅταν μετὰ τοῦ κατασκευάζειν τὸ ἐναντίον καὶ ἄλλο τι περαίνῃ ὁ
                            λόγος, οἷον, πλούσιος ἐν λιμῷ ὑπέσχετο θρέψειν τὴν πόλιν, εἰ λάβοι
                            πένητα πρὸς σφαγήν, οὐ δέδωκεν ὁ δῆμος, ὁ πένης ἑαυτὸν προσαγγέλλει.
                            ἐνταῦθα γὰρ τὸ <lb n="15"/> ἐναντίον ὁ λόγος βούλεται καὶ ἐκ πλαγίου
                            κατασκευάζει τὸ μὴ εἶναι σῖτον, καὶ εἰ ἔστιν ἀπλῶς λαβεῖν ἄνευ τοιαύτης
                            ἀντιδόσεως. κατὰ ἔμφασιν δέ ἐστιν ὅταν λέγειν μὴ δυνάμενοι τῷ κεκωλῦσθαι
                            καὶ παρρησίαν μὴ ἔχειν ἐν σχήματι ἄλλης ἀξιώσεως ἐμφαίνωμεν κατὰ τὴν
                            σύνθεσιν <lb n="20"/> τοῦ λόγου, οἷον, τὸν μαινόμενον φεύγειν ὁ νόμος
                            ἐκέλευεν· φήμης οὔσης ὅτι σύνεστιν ὁ πατὴρ τῇ γυναικὶ τοῦ υἱοῦ ἀξιοῖ ὁ
                            παῖς ὡς μαινόμενος φεύγειν· ἐνταῦθα <note type="marginal">535</note> γὰρ
                            τῷ μὲν δοκεῖν περὶ τοῦ φεύγειν διαλέγεται καὶ τούτῳ τῷ λόγῳ ἐπερείδεται,
                            διʼ ὅλου δὲ δοκεῖ ἐμφαίνειν τὴν <lb n="25"/> τοῦ πατρὸς μοιχείαν τὴν
                            κατὰ τῆς γυναικός.</del></p></div></div></body></text></TEI>