Περιείληπται μὲν καὶ ταῦτα ἐν τῷ περὶ λύσεων, ἴδωμεν 9 δὲ κἀνταῦθα ἀκριβέστερον. πᾶν παράδειγμα λύεται κατ᾿ ἀνατροπήν, ὡς ἐπʼ ἐκείνου ἐν τῷ κατ᾿ Ἀνδροτίωνος· ,,φήσει τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτε ἔχουσι παῤ ὑμῶν δωρεάν εἶτα κατ᾿ ἀνατροπὴν ἡ λύσις. „ἐγὼ δ᾿ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ᾿ οἶδα σαφῶς. γίνεται δὲ 521 παραδείγματος λύσις καὶ ἐκ διαφορᾶς, ὅ ἐστι τῆς μεθόδου, ὡς ἐν τῷ κατὰ Μειδίου, ἐπλήγη, φησίν, ὁ πρόεδρος ὑπὸ Πολυζήλου, ὅτι μὴ ὅμοιον τό τε Μειδίου εἰς ἐμὲ καὶ τὸ Πολυζήλου εἰς πρόεδρον. πρῶτον ὁ τὸν πρόεδρον πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν. εὑρίσκεται δ᾿ ἡ διαφορὰ ἢ κατὰ γνώμην, ὡς ἐνθάδε· ὁ μὲν Πολύζηλος, φησί, διὰ μέθην τοῦτο ἔδρασε, Μειδίας δὲ δἰ ἔχθραν ἢ κατὰ καιρόν ὁ μὲν γάρ, φησίν, ἐν δείπνῳ, ἐγὼ δὲ ἐν ἱερομηνίᾳ ἐτυπτόμην· ἢ κατὰ τόπον, ὡς ἐνταῦθα, ὁ μέν γε ἐν οἰκίᾳ, φησίν, ἐτυπτήθη, ἐγὼ 9 δ᾿ ἐν ἱερῷ. ἢ κατὰ ποιότητα προσώπου, ὡς ἐν τῷ πρὸς Λεπτίνην, Θηβαῖοι γὰρ φησὶν οὐδένα τιμῶσι, τοῦτο ἔλυσεν ἐκ διαφορᾶς τῆς πρὸς ἕτερον· Θηβαῖοι γὰρ φησὶν ἀπηνεῖς, ἡμεῖς δὲ φιλάνθρωποι καὶ δίκαιοι ἢ ἐκ διαφρᾶς τῆς περὶ πολιτείαν ἢ δύναμιν ἢ ἄλλο τι τῶν τοιούτων. Γίνεται δὲ λύσις παραδείγματος καὶ ἐκ τοῦ παρεπομένου,  οἷον εἰ λέγειν δυνάμεθα, ὅτι οὐδ᾿ ἐκείνοις ταῦτα πράξασι συνήνεγκεν, ἀλλὰ τόδε αὐτοῖς συνέβη. γίνεται δὲ λύσις παραδείγματος καὶ κατὰ ἀντιπαράστασιν ἐνδόξου προσώπου, ὅταν ἢ παράδειγμα ἀντιθῶμεν, ἢ νόμον, ὡς ἐν ἐκείνῳ ἐν τῷ κατ᾿ Ἀνδροτίωνος ,,καὶ ἄλλαι γάρ,· φησί, „βουλαὶ τοῦτον εἰλήφασι τὸν τρόπον δωρεάν.“ ἡ λύσις κατ᾿ ἀντίθεσιν ἐνδόξου· „ἐγω δ᾿  εἰ καὶ τοῦτο τοιοῦτόν ἐστι μάλιστα, ὁ νόμος δὲ λέγει τὰ ἐναντία·“ γίνεται δὲ ἐκ περιτροπῆς λύσις παραδείγματος, οἷον ,,οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ 522 τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ (703) πολὺ μᾶλλον ἁλίσκοιο.“