Ἔτι δὲ ἀναμνήσομεν διὰ ψηφίσματος εἰσφορᾶς, ὡς ὁ Ὑπερίδης ψηφίσματος κατηγορῶν ὑπὸ Δημάδου γραφέντος, πρόξενον Εὐθυκράτην εἶναι γράψαντος, αὐτοῦ εἰσφέρει ψήφισμα διʼ οὗ ποιεῖται τὴν ἀνακεφαλαίωσιν τῶν εἰρημένων ἃ μὲν γὰρ οὗτος, φησίν, εἰσκεκόμικεν, οὐκ ἔχει τὰς ἀληθεῖς αἰτίας τῆς προξενίας, ἐγὼ δὲ εἰ δεῖ πρόξενον ὑμῶν αὐτὸν γενέσθαι, διʼ ἃ τούτων τεύξεται γράψας εἰσφέρω. ἔπειτα τὸ ψήφισμα εἰσφέρει δεδόχθαι γάρ φησι πρόξενον αὐτὸν εἶναι, διότι τὰ Φιλίππῳ συμφέροντα καὶ πράττει καὶ λέγει, ὅτι γενόμενος ἵππαρχος τοὺς Ὀλυνθίων ἱππέας προὔδωκε Φιλίππῳ, ὅτι τοῦτο πράξας αἴτιος τοῦ Χαλκιδέων. ὑπῆρξεν ὀλέθρου, ὅτι ἀλούσης Ὀλύνθου τιμητὴς ἐγένετο τῶν αἰχμαλώτων, ὅτι ἀντέπραξε τῇ πόλει περὶ τοῦ ἱεροῦ τοῦ Δηλίων, ὅτι τῆς πόλεως περὶ Χαιρώνειαν ἡττηθείσης οὔτε ἔθαψε τῶν τεθνεώτων τινάς, οὔτε τῶν ἁλόντων οὐδένα ἐλύσατο· διὰ τούτων κεφαλαιωδῶς ἀναμιμνήσκει τῶν παρʼ ὅλην τὴν κατηγορίαν εἰρημένων κατʼ αὐτοῦ. Ἔτι ἀναμνήσομεν ἐπὶ τῆς καλουμένης γνωσιγραφίας, κατὰ ταύτην κεφαλαιούμενοι τὰ εἰρημένα· ἔστι δὲ ἡ γνωσιγραφία ἀπόφασις δικαστῶν, οἷον, τί δὲ ἀφιέντες (709) γράψετε; ἐξεῖναι καταλύειν τοὺς νόμους, πράττειν τὰ τῇ πόλει μὴ συμφέροντα, δημεύειν ἀλλοτρίας οὐσίας.