<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="7"><p>Ἔτι ἀναμιμνήσκειν ἐστὶν ἐκ τῆς καλουμένης ἠθοποιΐας. ἔστι δὲ ἠθοποιΐα
                            λόγος περιτιθέμενος προσώποις ὑποῦσιν, οἷον,τίνα νῦν ἐροῦσιν οἱ
                            θεασόμενοί με ἀγόμενον εἰς τὸ οἴκημα; Μιλτιάδης οὗτος ὁ στρατηγήσας τῆς
                            ἐν Μαραθῶνι μάχης, ὁ τὴν νίκην παρασκευάσας τῇ πόλει, <lb n="25"/> ὁ
                            τοὺς βαρβάρους σφήλας τῆς ἐλπίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ Ὑπερείδης
                            ὑπὲρ Λυκούργου λέγων· ,,τίνα φήσουσιν οἱ παριόντες αὐτοῦ τὸν τάφον;
                            οὗτος ἐβίω μὲν σωφρόνως, ταχθεὶς δὲ ἐπὶ τῇ διοικήσει τῶν χρημάτων εὗρε
                            πόρους, ᾠκοδόμησε δὲ τὸ θέατρον, τὸ <lb n="30"/> ᾠδεῖον,τὰ νεώρια,
                            τριήρεις ἐποιήσατο, λιμένας. τοῦτον <note type="marginal">546</note> ἡ
                            πόλις ἡμῶν ἠτίμωσε, καὶ τοὺς παῖδας ἔδησεν αὐτοῦ.“ <pb n="388"/>
                            κέχρηται καὶ Σοφοκλῆς ἐν Ἠλέκτρᾳ τὴν ἀδελφὴν αὑτῆς τὸν Αἴγισθον καὶ τὴν
                            μητέρα ἀποκτεῖναι κελευούσῃ <del>καὶ</del> τὴν Κλυταιμνήστραν, πειρᾶται
                            δὲ αὐτὴν ἀναπείθειν ἐξ ἠθοποιΐας· οἱ γὰρ βλέποντες ἡμὰς, φησί, τὰ καὶ τὰ
                                <lb n="5"/> ἐροῦσι. καὶ ἐν Ἀπολογίᾳ δὲ Σωκράτους ὁ Πλάτων διʼ
                            ἠθοποιΐας ἀναμιμνήσκει. τοιοῦτος μὲν οὖν ἐστὶν οὗτος ὁ λόγος.</p></div><div type="textpart" subtype="paragraph" n="8"><p>Ἐπαναμνήσομεν δὲ καὶ διὰ τῆς συγκρίσεως τῶν ἀμφοτέροις δικαίων,οἷον,ὁ μὲν
                            ἤκει πρὸς ὑμᾶς τῆς ἀδείας <lb n="10"/> τυχεῖν βουλόμενος, ἐμπρήσας μὲν
                            ὑμῶν τὰς τριήρεις, γεγονὼς δὲ ὑμἴν τηλικαύτης αἴτιος ζημίας,
                            προβαλλόμενος δὲ τὴν στρατηγίαν, ἐν ταῦτα διεπράξατο ἐγὼ δὲ ὑπάγων αὐτὸν
                            τοῖς νόμοις καὶ βουλόμενος ὑμῖν αὐτὸν τιμωρίαν ὑποσχεῖν ἀνθʼ ὧν ἐζημίωσε
                            τὸ κοινόν. καὶ ὁ <lb n="15"/> μὲν πρὸς τῷ τὴν πόλιν αὐτὸς ἠδικηκέναι καὶ
                            τοῖς ἄλλοις στρατηγοῖς οἴεται ἄδειαν παρασχεῖν τοῦ τὰ ὅμοια πράττειν·
                            ἐγὼ δὲ καὶ τούτους ἡγοῦμαι τῷ τὰ ὅμοια τούτῳ παθεῖν δεδοικέναι μηδὲν
                            ὅμοιον αὐτῷ ζημιῶσαι τὴν πόλιν. ἢ οὕτως ἀντιπαραβαλοῦμεν τὰ ἀλλήλων
                            δίκαια· <lb n="20"/> ἐγὼ μὲν ἀξιῶν ὑμῖν τούς νόμους εἶναι κυρίους δευρὶ
                            πάρειμι, ὁ δὲ ἀκύρους αὐτοὺς καὶ μηδενὸς ἀξίους· κἀγὼ μὲν τιμᾶσθαι παρʼ
                            ὑμῖν τούς ὑμετέρους εὐεργέτας, ὁ δὲ τούς ἄνωθεν ὑμᾶς λελυπηκότας· κἀγὡ
                            μὲν τοῦτο γενέσθαι ὃ πραχθὲν οὐ ζημιώσει τὴν πόλιν, ὁ δὲ ἐξ οὗ τὸ <note type="marginal">547</note> κοινὸν μέλλει βλάπτεσθαι.</p><lb n="26"/></div></div></div></body></text></TEI>