<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="5"><p>Ἀναμνήσομεν δὲ καὶ διὰ προσωποποιΐας. τί δ᾿ ἐστὶν <lb n="6"/> ἡ
                            προσωποποιΐα, ἀλλαχόθι που δεδηλώκαμεν, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον τί τέ
                            ἐστι καὶ πῶς δἰ αὐτῆς ἀναμνήσομεν, δῆλον ποιήσω. ἔστι μὲν οὖν
                            προσωποποιΐα παραγόμενον πρόσωπον τὸ οὐκ εἰς τὸ δικαστήριον παρόν, <lb n="10"/> ἀποδημῶν <del>πατὴρ</del> ἢ τεθνεώς, ἢ πατρίς, ἢ στρατηγία,
                            ἢ νομοθεσία, ἢ ἕτερον τῶν τούτοις παρεοικότων. τοιοῦτο μὲν οὖν ἐστὶν ἡ
                            προσωποποιΐα. διὰ ταύτης δὲ τῶν εἰρημένων ἀνάμνησις οὕτω γίνεται, οἷον
                            ἐπὶ Μιλτιάδου κρινομένου <note type="marginal">544</note> μετὰ Πάρον.
                            ἀναμνῆσαι γάρ ἐστι τοῦ Μιλτιάδου <lb n="15"/>
                            <del>καὶ Κίμωνος</del> δικαίων παρεισάγοντας τὸν καιρὸν τὸν Μηδικόν
                            ὑπολάβετε, ω Ἀθηναῖοι, τὸν καιρὸν ἐκεῖνον αὐτὸν παρόντα νῦν ὑπὲρ
                            Μιλτιάδου ποιεῖσθαι τοὺς λόγους. καὶ ὑποθεὶς τὸ πρόσωπόν τις τοὺ καιροῦ
                            κεφαλαιωδῶς ὑπομνήσει τοῦ φόβου τοῦ κατασχόντος αὐτούς, <lb n="20"/> τῶν
                            τε τοῖς Ναξίοις συμβεβηκότων καὶ τῆς τῶν Ἐρετριέων ἀναστάσεως, πῶς
                            ἔπεισε τὸν πολέμαρχον τῆς ψήφου τῆς αὐτοῦ γενέσθαι, πῶς δὲ τῶν
                            στρατιωτῶν ἡγήσατο τῆς νίκης, τῆς φυγῆς τῆς τῶν βαρβάρων. κέχρηται δὲ
                            καὶ ὁ Δημοσθένης προσωποποιΐᾳ πρόσωπον ὑποθεὶς <lb n="25"/> τὸν καιρὸν
                            αὐτὸς αὐτῷ. ἐκεῖνος μὲν οὖν ἐν ἀρχῇ τοῦ πρώτου τῶν Ὀλυνθιακῶν τὸν καιρὸν
                            παρεισήγαγε, καὶ ἐπὶ τέλει δὲ τοῦ λόγου ἥρμοσεν ἂν παρεισαχθεὶς εἰς τὴν
                            ἀνάμνησιν τῶν εἰρημένων· „ὁ γὰρ παρὼν καιρὸς ταύτας ἀφίησι τὰς φωνάς,
                            ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων <lb n="30"/> αὐτοῖς ἀντιληπτέον ἐστίν,
                            ὅτι ἡ τῆς πόλεως τύχη βελτίων τῆς Φιλίππου, ὅτι πολλὰ πρὸς τὸ νικᾶν
                            ἐστὶν ὑμῖν πλεονεκτήματα, ὅτι ἀσθενῆ τὰ τοῦ Φιλίππου παντάπασιν, <pb n="387"/> ὅτι ἀναιρεθέντων Ὀλυνθίων ἐν τῇ ὑμῶν αὐτῶν ἀμυνεῖσθε τὸν
                            βάρβαρον. οὕτως ἀνέμνησεν ἂν διὰ τῆς προσωποποιΐας τὰ κεφαλαιωδῶς τῶν
                            εἰρημένων.</p></div><div type="textpart" subtype="paragraph" n="6"><p>Ἔτι ἀναμνήσομεν ἐξ ὑποτυπώσεως τινὸς μέλλοντος γίνεσθαι πράγματος, ὡς
                            Πολύευκτος ἐν τῷ κατὰ Δημάδου. <lb n="5"/> ἐγράφη μὲν γὰρ ψήφισμα χαλκῆς
                            εἰκόνος τῷ Δημάθῃ,<note type="marginal">(708)</note> ὁ δὲ κατηγορεῖ τοῦ
                            ψηφίσματος. ὅσα οὖν ἦν αὐτῷ διὰ πλειόνων εἰρημένα εἰς τὴν κατασκευὴν τοῦ
                            ὅτι μὴ ἦν ἄξιος τῆς τιμῆς τυχεῖν ταύτης, ταῦτα κεφαλαιωδῶς <note type="marginal">545</note> ἀνέμνησεν ὑποτυπῶν τὸ σχῆμα τοῦ
                            ἀνδριάντος. ,,τί <lb n="10"/> γάρ, φησί, ,,σχῆμα ἕξει, τὴν ἀσπίδα
                            προβαλεῖται; ἀλλὰ ταύτην γε ἀπέβαλεν ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ· ἀλλὰ
                            ἀκροστόλιον νεὼς ἕξει; “ ἔπειτα πυνθάνεται, ,,ποίας; ἢ τῆς τοῦ πατρός;
                            ἀλλὰ βιβλίον, ἐν ᾧ φάσεις καὶ εἰςαγγελίαι ἔσονται γεγραμμέναι. ἀλλὰ νὴ
                            Δία στήσεται <lb n="15"/> προσευχόμενος τοῖς θεοῖς, κακόνους ὢν τῇ πόλει
                            καὶ τὰ ἐναντία πᾶσιν ὑμῖν ηὐγμένος; ἀλλὰ τοῖς ἐχθροῖς ὑπηρετῶν; οὕτως
                            μὲν οὖν ἀνέμνησε κεφαλαιωδῶς, ἐξ ὧν αὐτὸν ἐδείκνυεν οὐκ ὄντα τῆς τιμῆς
                            τυχεῖν ταύτης ἄξιον.</p><lb n="20"/></div></div></div></body></text></TEI>