Ἔτι ἔλεον κινήσομεν τὴν ἐρημίαν ὀδυρόμενοι τὴν ἑαυτῶν, οἷον ἐπὶ γῆς ἀλλοτρίας τις κρίνεται. ἀπὸ τῆς ἐρημίας οὖν οἶκτον κινήσει· ὁ μὲν ἀγών ἐστί μοι τηλικοῦτος, κινδυνεύω περὶ ψυχῆς καὶ τοῦ σώματος, καὶ μόνος ἐν ὑμῖν ἀγωνίζομαι, οὐ συγγενεῖς ἔχων, οὐχ ἡλικιώτας, ἐπʼ ἀλλοτρίας ἀγνὼς καὶ ἐν ἀγνῶσι καὶ ἐπὶ τῆς αὐτοῦ δέ  τις ἀγωνιζόμενος ὀδύροιτʼ ἄν τὴν ἐρημίαν τὴν οὖσαν αὐτῷ πένης ὢν ἢ κατεστασιασμένος οἰκείους οὐκ ἔχων, ἢ ἔχων μὲν ὑπʼ αὐτῶν δὲ προδεδομένος. Κινεῖ δὲ ἔλεον κἀν τοῖς μάλιστα καὶ ὁ τῆς ἐντολῆς καλούμενος τόπος· πολλαχῶς δὲ αὐτῷ χρησόμεθα, οἷον, τίνα δὲ ἐνετείλατο ὁ τελευτῶν καὶ ὑπονοῶν ἐκ φαρμάκων ἀνῃρῆσθαι, ἢ τίνα πάλιν τρωθεὶς μέν τις, μέλλων δὲ τελευτᾶν, ἢ καὶ νὴ· Δία τίνα ἀριστεύς ἐνετείλατο τῇ γυναικί, οὐκ ἀξιῶν αὐτὴν γήμασθαι ἐντὸς πενταετίας, ἢ ἀποθνήσκων πατὴρ ἐγχειρίζων παῖδας ἐπιτρόποις, καὶ παρακαταθήκην διδούς, ἢ μέλλων ἀποδημεῖν, ἢ ἀγόμενος παρὰ τύραννον. ἔστι δὲ ἐντελλομένους ποιεῖν καὶ τοὺς κρινομένους· ἐπισκήπτω δὲ ὑμῖν, εἰ καταψηφιεῖσθέ μου ὡς προδεδωκότος μετὰ τρεῖς ἀριστείας τὴν πόλιν, 594 ἀνελεῖν μου τὰς εἰκόνας, ἐξαλεῖψαί μου τὸ ὄνομα, καθελεῖν τὰ τρόπαια, τὰ ὑπομνήματα τῶν ἀριστειῶν. κέχρηται τῷ τῆς ἐντολῆς τόπῳ καὶ ὁ Σωκράτης· μέλλων γὰρ πιεῖσθαι τὸ κώνιον ἐντέλλεται τοῖς ἐπιτηδείοιςαὑτοῦ μήτε κλαῦσαι μήτε ὀδύρασθαι, καὶ ἁ ποιοῦντες περὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν γυναῖκα χαρίζοιντʼ ἂν αὐτῷ. δεῖ δὲ τὰς ἐντολὰς εὔγνωμόν τι ἔχειν καὶ εὐσεβές, ὁποία ἐστὶν (726) ἡ Σωκράτους καὶ τῶν δέκα στρατηγῶν ἀπολογία.