<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="31"><p>Κινήσομεν δὲ ἔλεον κἂν ὑποδεικνύωμεν πάθος τὸ συμβεβηκὸς περί τινας τῶν
                            οἰκείων τοῦ κρινομένου ἢ <pb n="403"/> τοῦ τεθνεῶτος Ὑπερείδης ἐν τῷ
                            κατὰ Ἀρχεστράτου ἐπέξεισι γὰρ τὰ συμβεβηκότα τῇ τοῦ Ὀνείδου μητρί, καὶ
                                <note type="marginal">592</note> Λυσίας ἐν τῷ ὑπὲρ Ἀχιλλείδου τὸ
                            πάθος τὸ τῇ ἀδελφῇ συμβὰν αὐτοῦ λέγει γάρ, ὡς ἀκρατὴς λύπης γενηθεῖσα.
                            αὐτὴν ἀπέκτεινε. κεκίνηκε τοῦτον τὸν λόγον καὶ ὁ Αἰσχίνης <lb n="5"/> ἐν
                            τῇ ἀπολογίᾳ ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ ἐλεεινούς αὐτούς εἰπών
                            αὐτῷ προσφαίνεσθαι. ὑπάρχει δὲ ἐν τοῖς ἀληθινοῖς ἀγῶσι καὶ περὶ μητρός
                            τι λέγειν τοῦ κρινομένου καὶ περὶ πατρὸς καὶ τῶν ἄλλων τῶν παρόντων
                            ὑπογράφοντας ἐναργῶς τὰ περὶ αὐτοὺς <lb n="10"/> ὄντα πάθη λόγῳ, πῶς τέ
                            εἰσιν ἱστάμενοι, καὶ πῶς δεδοίκασι, καὶ πῶς ὁ φόβος αὐτοὺς ἐξίστησι.</p></div><div type="textpart" subtype="paragraph" n="32"><p>Κινεῖ δὲ ἔλεον καὶ τὰ ὑπὸ τῶν ἀτυχούντων ἢ λεγόμενα ἢ πραττόμενα
                            δηλούμενα, ὥς πού τις τῶν παλαιῶν τῶν Θηβῶν ἁλουσῶν ἔλεον κεκίνηκε τὰ
                            ὑπὸ τῶν ἀγομένων <lb n="15"/> εἰς τὴν αἰχμαλωσίαν Θηβαίων πεπραγμένα
                            διεξιών, τούς μετὰ βίας ἀγομένους ἀπὸ ἱερῶν,ἀπὸ ἀναθημάτων,
                            ἐγκολπιζομένους τὴν γῆν τὴν πατρῴαν ἐναργῶς ὑπὸ τὴν ὄψιν ἄγων τοῖς
                            ἀκούουσι· καὶ ἐπʼ Ὀλυνθίων ἢ Φωκέων ἤ τινων ἄλλων ἔχοι τις ἄν λέγειν.
                            καὶ ἐκ τῆς διαθέσεως <lb n="20"/> τῶν ἀτυχούντων ἔλεόν ἐστι κινεῖν, ὡς
                            Εὐριπίδης τὴν Κλυταιμνήστραν ἔλεον εἰσάγει κινοῦσαν αὐτὴν μετὰ τὸν τῆς
                            Ἰφιγενείας θάνατον, <lg><l>τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς,</l><l>ὅταν δόμους μὲν τούσδε προσίδω κενούς,</l><note type="marginal">593</note><l>κενοὺς δὲ παρθενῶνας;</l><lb n="26"/></lg> καὶ τὰ ἑξῆς ἐπὶ τούτοις. καὶ πένητα δὲ ἐκ τῶν περὶ αὐτὸν
                            γενησομένων παθῶν, εἰ μὴ δημηγορήσει διὰ τὸν πλούσιον, ἐστὶ κινῆσαι τὸν
                            ἔλεον· εἰ γὰρ τοῦτον δημηγοροῦντα βλέποιμι αὐτὸς τούτου τυχεῖν μὴ
                            δυνάμενος, <lb n="30"/> τίνα με ψυχὴν ἔχειν δοκεῖτε τηνικαῦτα; λέγει
                            παράνομα, σιωπῶ· καταλύει τοὺς νόμους, οὐ φθέγξομαι. ἐκ <pb n="404"/>
                            τούτων ἔλεον κινήσει καὶ τῶν ἄλλων ἐπιών ἕκαστον τῶν τούτοις ὁμοίων.</p></div></div></div></body></text></TEI>