<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="3"><p>Ζητεῖται δὲ εἰ ἐπὶ τέλους τῇ ἀνακεφαλαιώσει δεῖ χρῆσθαι <pb n="385"/> τῶν
                            λόγων, ἢ μίαν χώραν οὐκ ἔχει, ἀλλὰ πολλαχοῦ 12 ἡ χρῆσις αὐτῆς γίνεται.
                            ἔνιοι μὲν οὖν ἐπὶ τέλους εἰσὶν αὐτῇ κεχρημένοι, ὡς καὶ ἐν τῇ κατηγορίᾳ
                            τῇ Δημάδου ἐποίησεν ὁ Ὑπερείδης, καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ <note type="marginal">(707)</note> Ἀριστοκράτους καὶ Τιμοκράτους. ἔνιοι δὲ
                            καὶ κατὰ μέσον <lb n="5"/> τοῦ λόγου ἐχρήσαντο τῇ ἀναμνήσει, τουτέστι τῇ
                            ἀνακεφαλαιώσει, ὡς ἀμέλει καὶ αὐτὸς ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας.
                            ἕτεροι δὲ ἤδη μεταξὺ τῶν προειρημένων καὶ τῶν ἀναγκαίων πίστεων
                            ἀνέμνησαν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς μέλλοντες περὶ τῶν <lb n="10"/> ἀναγκαίων διαλέγεσθαι. ἔστι δὲ καὶ ἕτερος τόπος τῆς
                            ἀναμνήσεως γιγνόμενος ἐπὶ ἑνὶ ἀποδειχθέντι κεφαλαίῳ, οἷον ὡς μὲν οὖν
                            παράνομόν ἐστι τὸ ψήφισμα μεμαθήκατε ἐκ τοῦδε καὶ τοῦδε τοῦ νόμου. ἢ
                            οὕτως· ὡς μὲν οὖν ἠδίκηκε <note type="marginal">533</note> τὴν πόλιν οὐκ
                            ἐν καιρῷ πλεύσας ἐπὶ τὴν Ὄλυνθον, <lb n="15"/> τοῦθʼ ὑμῖν γέγονε
                            γνώριμον ἐκ τῆς δαπάνης τῆς γεγενημένης, ἐκ τῶν ἐλπίδων ὧν ἐσφάλητε, ἐκ
                            τοῦ γεγενῆσθαι τὸν Φίλιππον καθ᾿ ἡμῶν μέγαν. τρεῖς οὖν ἔχει τόπους ἡ
                            ἀνάμνησις, τουτέστιν ἡ ἀνακεφαλαίωσις, τὸν ἐπ τέλει τοῦ λόγου, τὸν
                            μεταξὺ γινόμενον τῶν τε <lb n="20"/> ἀναγκαίων καὶ τῶν προηγουμένων
                            ἀποδείξεων, καὶ τὸν γινόμενον ἐπὶ ἐνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ. ταύτῃ δὲ
                            διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει ἔκθεσιν ἔχει
                            κεφαλαιώδη τῶν ζητημάτων ἁπάντων καὶ ἀνάμνησιν τῶν προηγουμένων
                            ἀποδείξεων κεφαλαιωδῶς <lb n="25"/> καὶ τῶν ἀναγκαίων, ἡ δὲ μεταξὺ
                            γιγνομένη ἀνάμνησιν περιέχει τῶν ἀναγκαίων πίστεων, ἡ δὲ ἐπὶ κεφαλαίῳ
                            ἑνὶ ἀποδειχθέντι γινομένη οὐκ ἔτι κεφαλαίων ἀνάμνησις, ἀλλὰ τῶν λημμάτων
                            δἰ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον.</p></div><div type="textpart" subtype="paragraph" n="4"><p>Πῶς οὖν ἀναμνήσομεν, ὑποδείξομεν ἤδη τοὺς τόπους τῆς ἀναμνήσεως
                            κεφαλαιωδῶς λέγοντες, ἐπέδειξα μὲν <pb n="386"/> 12 τοὺς νόμους ὑμῖν παῤ
                            οὕς ἐστι τὸ ψήφισμα εἰρημένον, ἐξήτασα τὰ τῷ Χαριδήμῳ πεπραγμένα ἐξ ὧν
                            ἐφάνη δίκαιος οὐκ ὢν τῆς δωρεᾶς ταύτης τυχεῖν, καὶ ὡς οὐ συνοίσει: τῇ
                            πόλει, καὶ τοῦτο γέγονε γνώριμον.</p><note type="marginal">543</note></div></div></div></body></text></TEI>