Ζητεῖται δὲ εἰ ἐπὶ τέλους τῇ ἀνακεφαλαιώσει δεῖ χρῆσθαι τῶν λόγων, ἢ μίαν χώραν οὐκ ἔχει, ἀλλὰ πολλαχοῦ 12 ἡ χρῆσις αὐτῆς γίνεται. ἔνιοι μὲν οὖν ἐπὶ τέλους εἰσὶν αὐτῇ κεχρημένοι, ὡς καὶ ἐν τῇ κατηγορίᾳ τῇ Δημάδου ἐποίησεν ὁ Ὑπερείδης, καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ (707) Ἀριστοκράτους καὶ Τιμοκράτους. ἔνιοι δὲ καὶ κατὰ μέσον τοῦ λόγου ἐχρήσαντο τῇ ἀναμνήσει, τουτέστι τῇ ἀνακεφαλαιώσει, ὡς ἀμέλει καὶ αὐτὸς ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἕτεροι δὲ ἤδη μεταξὺ τῶν προειρημένων καὶ τῶν ἀναγκαίων πίστεων ἀνέμνησαν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς μέλλοντες περὶ τῶν ἀναγκαίων διαλέγεσθαι. ἔστι δὲ καὶ ἕτερος τόπος τῆς ἀναμνήσεως γιγνόμενος ἐπὶ ἑνὶ ἀποδειχθέντι κεφαλαίῳ, οἷον ὡς μὲν οὖν παράνομόν ἐστι τὸ ψήφισμα μεμαθήκατε ἐκ τοῦδε καὶ τοῦδε τοῦ νόμου. ἢ οὕτως· ὡς μὲν οὖν ἠδίκηκε 533 τὴν πόλιν οὐκ ἐν καιρῷ πλεύσας ἐπὶ τὴν Ὄλυνθον, τοῦθʼ ὑμῖν γέγονε γνώριμον ἐκ τῆς δαπάνης τῆς γεγενημένης, ἐκ τῶν ἐλπίδων ὧν ἐσφάλητε, ἐκ τοῦ γεγενῆσθαι τὸν Φίλιππον καθ᾿ ἡμῶν μέγαν. τρεῖς οὖν ἔχει τόπους ἡ ἀνάμνησις, τουτέστιν ἡ ἀνακεφαλαίωσις, τὸν ἐπ τέλει τοῦ λόγου, τὸν μεταξὺ γινόμενον τῶν τε ἀναγκαίων καὶ τῶν προηγουμένων ἀποδείξεων, καὶ τὸν γινόμενον ἐπὶ ἐνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ. ταύτῃ δὲ διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει ἔκθεσιν ἔχει κεφαλαιώδη τῶν ζητημάτων ἁπάντων καὶ ἀνάμνησιν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς καὶ τῶν ἀναγκαίων, ἡ δὲ μεταξὺ γιγνομένη ἀνάμνησιν περιέχει τῶν ἀναγκαίων πίστεων, ἡ δὲ ἐπὶ κεφαλαίῳ ἑνὶ ἀποδειχθέντι γινομένη οὐκ ἔτι κεφαλαίων ἀνάμνησις, ἀλλὰ τῶν λημμάτων δἰ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον. Πῶς οὖν ἀναμνήσομεν, ὑποδείξομεν ἤδη τοὺς τόπους τῆς ἀναμνήσεως κεφαλαιωδῶς λέγοντες, ἐπέδειξα μὲν 12 τοὺς νόμους ὑμῖν παῤ οὕς ἐστι τὸ ψήφισμα εἰρημένον, ἐξήτασα τὰ τῷ Χαριδήμῳ πεπραγμένα ἐξ ὧν ἐφάνη δίκαιος οὐκ ὢν τῆς δωρεᾶς ταύτης τυχεῖν, καὶ ὡς οὐ συνοίσει: τῇ πόλει, καὶ τοῦτο γέγονε γνώριμον. 543