<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="29"><p>Κινεῖ δὲ ἔλεον καὶ ἡ ἀνάμνησις ὧν εἶπεν ἢ ἐποίησεν, οἷον, ἀνῃρήσθω πένης
                            καὶ κρινέσθω ἐπʼ αὐτῷ πλούσιος· ἔλεον οὖν αὐτῷ κινήσουσιν
                            ἀναμιμνήσκοντες τοὺς δικαστὰς δημηγοριῶν αὐτοῦ, πρεσβειῶν, τῶν ἄλλων
                            αὐτοῦ <lb n="15"/> πολιτευμάτων, ὡς ἐπὶ τοῦ Μιλτιάδου κρινομένου μετὰ
                            Πάρον ἢ καὶ Θεμιστοκλέους προδοσίας κρινομένου, ὁποῖος ἦν τὸν χρησμὸν
                            ἐξηγούμενος τῶν ἄλλων ἕκαστόν ἐστιν ἐπιέναι. κατὰ τοῦτον τὸν τρόπον καὶ
                            Σοφοκλῆς τοιούτους τινὰς λόγους τῇ Ἠλέκτρᾳ περιτέθεικε· θρηνοῦσα <lb n="20"/> γὰρ τὸν ἀδελφόν ἐστι τεθνεῶτα, ὡς ᾤετο, διέξεισι τὰς
                            ἀγγελίας ἃς ἔπεμπε πρὸς αὐτὴν ὡς ἥξων αὐτὸς οὐκ εἰς μακρὰν τιμωρησόμενος
                            τὸν Αἴγισθον.</p></div><div type="textpart" subtype="paragraph" n="30"><p>Κινεῖ δὲ ἔλεον καὶ ἡ τῶν ἐχθρῶν ἐπʼ αὐτοῖς ἐσομένη χαρὰ δηλουμένη καὶ νὴ
                            Δία τις ἡδονή· ἡ γοῦν λέκτρα <note type="marginal">(725)</note> καὶ ἀπὸ
                            τῆς περὶ τὸν Αἴγισθον καὶ Κλυταιμνήστραν <lb n="26"/> χαρᾶς οὔσης κινεῖ
                            τὸν ἔλεον· γελῶσι δέ, φησίν, οἱ ἐχθροί, καὶ μαίνεται ἡ μήτηρ ὑπὸ τῆς
                            ἡδονῆς. καὶ ὁ Δημοσθένης κεκίνηκε τοῦτον τὸν ἔλεον· ὁποῖον γάρ ἐστιν
                            ἐχθρὸν ἰδεῖν ἐπʼ αὐτῷ ἡδόμενον καὶ χαίροντα τῇ καταδίκῃ <lb n="30"/>
                             τινός;</p></div></div></div></body></text></TEI>