Κινεῖ δὲ ἔλεον καὶ ἡ ἀνάμνησις ὧν εἶπεν ἢ ἐποίησεν, οἷον, ἀνῃρήσθω πένης καὶ κρινέσθω ἐπʼ αὐτῷ πλούσιος· ἔλεον οὖν αὐτῷ κινήσουσιν ἀναμιμνήσκοντες τοὺς δικαστὰς δημηγοριῶν αὐτοῦ, πρεσβειῶν, τῶν ἄλλων αὐτοῦ πολιτευμάτων, ὡς ἐπὶ τοῦ Μιλτιάδου κρινομένου μετὰ Πάρον ἢ καὶ Θεμιστοκλέους προδοσίας κρινομένου, ὁποῖος ἦν τὸν χρησμὸν ἐξηγούμενος τῶν ἄλλων ἕκαστόν ἐστιν ἐπιέναι. κατὰ τοῦτον τὸν τρόπον καὶ Σοφοκλῆς τοιούτους τινὰς λόγους τῇ Ἠλέκτρᾳ περιτέθεικε· θρηνοῦσα γὰρ τὸν ἀδελφόν ἐστι τεθνεῶτα, ὡς ᾤετο, διέξεισι τὰς ἀγγελίας ἃς ἔπεμπε πρὸς αὐτὴν ὡς ἥξων αὐτὸς οὐκ εἰς μακρὰν τιμωρησόμενος τὸν Αἴγισθον. Κινεῖ δὲ ἔλεον καὶ ἡ τῶν ἐχθρῶν ἐπʼ αὐτοῖς ἐσομένη χαρὰ δηλουμένη καὶ νὴ Δία τις ἡδονή· ἡ γοῦν λέκτρα (725) καὶ ἀπὸ τῆς περὶ τὸν Αἴγισθον καὶ Κλυταιμνήστραν χαρᾶς οὔσης κινεῖ τὸν ἔλεον· γελῶσι δέ, φησίν, οἱ ἐχθροί, καὶ μαίνεται ἡ μήτηρ ὑπὸ τῆς ἡδονῆς. καὶ ὁ Δημοσθένης κεκίνηκε τοῦτον τὸν ἔλεον· ὁποῖον γάρ ἐστιν ἐχθρὸν ἰδεῖν ἐπʼ αὐτῷ ἡδόμενον καὶ χαίροντα τῇ καταδίκῃ  τινός;