<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="27"><p>Κινεῖ δʼ ἔλεον καὶ λόγος τις γινόμενος πρὸς κτήματα <lb n="26"/> τοῦ
                            τεθνεῶτος, ὡς ὁ Κτησίας πεποίηκε τὴν τοῦ Κύρου μητέρα περὶ τῶν ἵππων
                            αὐτοῦ καὶ τῶν κυνῶν καὶ τῶν ὅπλων διαλεγομένην, καὶ ἀπὸ τούτων οἶκτον
                            κεκίνηκε. δύναται δὲ καὶ ἐν δίκῃ πατὴρ υἱοῦ τεθνεῶτος ἀπʼ εἰκόνος <lb n="30"/> ἔλεον αὐτοῦ κινεῖν, χλαμύδος διαβολάς. καὶ ἡ Ἠλέκτρα ἐν τῷ
                            Ὀρέστῃ θεασαμένη τὴν ὑδρίαν ἐν ᾗ πλαστῶς <pb n="401"/> κεκομισμένα ὀστέα
                            αὐτοῦ, διαλέγεται μὲν πρὸς αὐτήν, κινεῖ δὲ ἔλεον· φησὶ γοῦν <lg><l>ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ</l><l>ψυχῆς Ὀρέστου λοιπόν.</l></lg> ἔπειτατούτοις συνάπτει τὸν παρʼ ἐλπίδας τόπον καλούμενον <lb n="5"/> καὶ αὐτὸν ἔλεον κινεῖν δυνάμενον· φησὶ γὰρ <lg><l>κοίτης μικρὸς ἐν μικρῷ,</l></lg> καὶ ἐπιτίμησιν αὐτῷ συνέπλεξεν, ὥσπερ μήποτε ὤφελε, φησίν, ἀλλὰ
                            πρότερον τεθνήκειν· ἔπειθʼ ἃ ἔδει τεθνεῶτος αὐτοῦ γεγονέναι ὡς οὐ
                            γεγονότα διέξεισιν· οὐ γὰρ <lb n="10"/> ἔθαψά σε φησὶν οὐδὲ
                            περιέστειλα.</p></div><div type="textpart" subtype="paragraph" n="28"><p>Κινεῖ δὲ ἔλεον καὶ ὁ πρὸς πατρίδα λόγος γινόμενος περὶ τοῦ τεθνεῶτος,
                            λόγου χάριν, ἔστω τις Ἀθηναῖος ἀνῃρημένος· ἐὰν ἀποστρέφῃ τις τὸν λόγον
                            εἰς τὰς Ἀθήνας, <note type="marginal">590</note> ἔλεον κινήσει παρὰ τοῦ
                            τεθνεῶτος, οἷον ἡ μὲν ὠτακουστεῖ <lb n="15"/> καὶ καραδοκεῖ περὶ αὐτοῦ
                            τὸ μέλλον καὶ ὅσον οὐδέπω ἥξειν οἴεται, καὶ ἕξειν δημηγόρον, στρατηγόν,
                            ὁ δὲ πόρρω τῆς ἑαυτοῦ τέθνηκε. καὶ οἱ πρὸς τὰ παιδία τῶν τεθνεώτων
                            γονέων λόγοι γινόμενοι κινοῦσιν ἔλεον, ἵνα τῶν μέν τις τὴν ὀρφανίαν
                            ὀδύρηται καὶ τὰς ταύτῃ <lb n="20"/> παρακολουθούσας συμφορὰς καὶ τὸ
                            ἀναίσθητον αὐτῶν ἐν οἷς δυστυχοῦσιν· τῶν γονέων δὲ τό τε γῆρας καὶ τὴν
                            ἐρημίαν καὶ τὰ ταύτῃ παρακολουθοῦντα· γυναικὸς πάλιν δὲ χηρείαν, καὶ ὅσα
                            ταύτῃ παρακολουθεῖν πέφυκε. καὶ ἀπʼ αὐτοῦ δέ τις τοῦ τεθνεῶτος ἔλεον
                            κινεῖν δύναται, <lb n="25"/> ἐὰν μὲν ᾖ διὰ φαρμάκων ἀνῃρημένος, καὶ τὰ
                            παρακολουθήσαντα  τῇ φαρμακίᾳ διεξιὼν τὰς ὀδύνας, ταλαιπωρίας, τὸ μῆκος
                            τῆς νόσου, τὸ σῶμα λυμανθὲν τοῦ ἀνθρώπου ὑπὸ τῶν φαρμάκων ἐὰν δὲ βιαίως,
                            τὰ ἐπόντα τραύματα, τὸν τρόπον τῆς ἀναιρέσεως. τοῦτον τὸν <lb n="30"/>
                            τόπον κεκίνηκεν Εὐριπίδης οἶκτον ἐπὶ τῷ Πενθεῖ κινῆσαι βουλόμενος.
                            ἕκαστον γὰρ αὐτοῦ τῶν μελῶν ἡ μήτηρ <pb n="402"/> ἐν ταῖς χερσὶ κρατοῦσα
                            καθʼ ἕκαστον αὐτῶν οἰπτίζεται. ἀπὸ τούτου τοῦ τόπου καὶ Ξενορῶν τὴν
                            Πάνθειαν ἄριστα συνεπέδειξεν οἶκτόν τινα καὶ ἔλεον περιτιθεὶς  τῷ πάθει.
                            πρῶτον μὲν γὰρ ἠθοποίησε τὸ σχῆμα <lb n="5"/> τῆς γυναικός, ἱσταμένης
                            ἐπὶ πένθει καὶ δακρυούσης, ἔπειτα τὸν Ἀβραδάτην παρακείμενον διηγήσατο,
                            καὶ πῶς δεξαμένη τὴν χεῖρα ἀποκοπεῖσαν κατεφίλησε. καὶ <note type="marginal">591</note> Ἑκάβη τὸν Ἀστυάνακτα τοῦτον πενθοῦσα τὸν
                            τρόπον, κεφαλῆς τε αὐτοῦ ψαύουσα καὶ χειρῶν καὶ τοῦ λοιποῦ <lb n="10"/>
                            σώματος.</p></div></div></div></body></text></TEI>