Κινεῖ δὲ ἔλεον καὶ λόγος πρὸς τόπον τινὰ γιγνόμενος, οἷον πρὸς βῆμα, πρὸς δικαστήριον· παράδειγμα τούτου τὸ τοῦ Σοφοκλέους, πεποίηκε δὲ Οἰδίποδα πρὸς τὸν Κιθαιρῶνα διαλεγόμενον ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου,τί μʼ οὐ λαβὼν ἔκτεινας; καὶ πάλιν Ἡρακλέα που διαλεγόμενον πεποίηκε πρὸς τοὺς βραχίονας αὐτοῦ καὶ τὸ στέρνον· ξαινόμενος γὰρ ὑπὸ τοῦ φαρμάκου φησίν· ὦ στέρνʼ, ὦ φίλοι βραχίονες, ὑμεῖς, καὶ τὰ ἑξῆς. δύνανται δὲ καὶ οἱ προσόντες λόγοι γινόμενοι κινεῖν ἔλεον κατὰ τὸ ὑποκείμενον· εἴ τις ἠριστευκὼς πολλάκις κρίνοιτο προδοσίας διὰ τὰ ἀπὸ τῶν πολεμίων εἰλημμένα. ὡς εἰ Δημοσθένης παρὰ τοῖς Ἀθηναίοις κρίνοιτο περὶ τῶν ἐν Αἰτωλίᾳ τὰ ἐξ Ἀμβρακίας ὅπλα κομίσας, ἄγοι δὲ αἰχμάλωτα. (724) Κινεῖ δʼ ἔλεον καὶ τὸ δέον γενέσθαι οὐ γεγενημένον, γενόμενον δὲ ὅπερ οὐκ ἔδει γενέσθαι, οἷον εἰ πατὴρ ὑπὲρ παιδὸς εἰσίοι δίκην ἀνῃρημένου, τὸ δέον γενέσθαι λέγων, δεικνύς αὐτὸ μὴ γεγενημένον, ἔλεον κινήσει, οἷον, ὃν ἔδει περιόντα μου καὶ γηροκόμον εἶναι καὶ θεραπευτήν, καὶ ὃν εἰκὸς ἀποθανόντα με περιστεῖλαι, καὶ τῶν νενομισμένων ἀξιῶσαι, οὗτος μὲν οἴχεται καὶ τέθνηκεν. ἐγὼ δὲ αὐτὸν προὐθέμην καὶ τῶν νενομισμένων ἠξίωσα τὸν νέον ὁ τηλικοῦτος, ὁ πατὴρ τὸν υἱόν. 589