Κινεῖ δὲ ἔλεον καὶ τὸ τῆς ὁμοιοπαθείας στοιχεῖον, οἷον ὑπὲρ παιδός τις ἀγωνίζεται ἢ μητρὸς ἢ πατρός οὗτος εἰ καὶ λέγοι τούς δικαστὰς ἐν τοῖς αὐτοῦ γενέσθαι πεάθεσιν, ἔλεον κινήσει, οἶς αὐτὸς ἐπεπόνθει, ἐπιστήσας τοὺς ὄντας κυρίους τῆς ψήφου. κεκίνηκε τοῦτον τὸν τόπον καὶ Ὅμηρος ἐν Λύτροις· τὸ γὰρ μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, καὶ τὰ τούτοις ἐξῆς εἰς τὴν ὁμοιοπάθειαν αὐτὸν ἄγει. 587 ἐπειδὰν μέντοι πρὸς τοὺς δικαστὰς τοιοῦτόν τι λέγωμεν, τὸ δοκεῖν τι κατʼ αὐτῶν φυλαξόμεθα. χρησόμεθα οὖν τῇ προδιορθώσει καλουμένῃ, οἷον, τὰ μὲν οὖν ἐμοὶ συμβεβηκότα  μηδενὶ συμβαίη παθεῖν ὑμῶν, ἀλλʼ οὐδὲ συμβήσεται τῶν θεῶν ὑμῖν εὐμενῶν ὄντων ὅσοις δὲ ὑμῶν θυγατέρες εἰσὶ παρθένοι, νομισάτω τούτων ἕκαστος ἡρπάσθαι τὴν ἑαυτοῦ καὶ ὑπὸ τοσούτων τὴν βίαν πεπρᾶχθαι,  καὶ τὰ ἑξῆς εἰ λέγοι, ἔλεόν τινα κινήσει ἀπὸ τοῦ στοιχείου τοῦ προειρημένου. Ἔτι κινήσομεν ἔλεον αὐτοὶ κατηγοροῦντες ἑαυτῶν. τοῦτό ἐστι μὲν εὑρεῖν καὶ παρὰ τοῖς τραγικοῖς ποιηταῖς, ἀμέλει παρὰ τῷ Εὐριπίδῃ ἡ τοῦ Πενθέως μήτηρ Ἀγαυὴ ἀπαλλαγεῖσα τῆς μανίας καὶ γνωρίσασα τὸν παῖδα τὸν ἑαυτῆς διεσπασμένον κατηγορεῖ μὲν αὐτῆς, ἔλεον δὲ κινεῖ. ἐν δικανικῇ δὲ ὑποθέσει οὕτως· πένης μὲν ὑπὸ πλουσίου ἐξῃτημένος, ἀξιῶν δὲ ἤδη τεθνάναι μέλλοντος τοῦ πλουσίου καὶ διατρίβοντος· οὗτος αὐτοῦ κατηγορῶν τῆς προαιρέσεως καὶ τῆς ἀντιπολιτείας ἔλεον κινήσει. τί γὰρ ἔδει μοι τῆς ἔχθρας τῆς πρὸς τὸν πλούσιον; τί δὲ ἐμαυτὸν παρεξῆγον; διὰ τοὺς νόμους ἐρεῖ τις ἴσως καὶ τὴν δημοκρατίαν καὶ ὑμῶν αὐτῶν ἕκαστον τί οὖν ὤνησέ με ταῦτα; οἱ νόμοι προδεδώκασιν, ἐγκαταλέλοιπεν ἡ δημοκρατία, ὑμεῖς αὐτοί μἐ καταψηφίσασθε. καὶ πάλιν, γήμας τις καὶ ἐκ τοῦ γάμου δίκας ἔχων καὶ πράγματα αὐτὸς ἑαυτοῦ κατηγορεῖ, καὶ παῖδας ποιησάμενος ἄλλος. καὶ συνελόντι εἰπεῖν πολλαχῶς ὁ τόπος 588 οὗτος μεθοδεύεσθαι πέφυκε.