<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="21"><p>Τὰ μέντοι δεινὰ τὰ συμβεβηκότα τισὶν ἤ συμβησόμενα οὐ δεῖ κεφαλαιωδῶς
                            ἐκτίθεσθαι· ἡ γὰρ ἀθρόα τούτων δήλωσις ἔκπληξιν ἔχει μᾶλλον τῶν
                            ἀκουόντων αὐτά, ἢ ἔλεον τῶν πεπονθότων. παράδειγμα τὸ Αἰσχίνου ἀθρόας
                            δηλώσεως κακῶν τὸ περὶ τῶν Θηβαίων εἰρημένον· <lb n="25"/> ,,Θῆβαι δὲ
                            Θῆβαι πόλις ἀστυγείτων μεθʼ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται ἀλλʼ
                            οὐχ ὁ Δείναρχος, ἀλλʼ ἐπὶ τὸν αὐτὸν ἐλθών τόπον καὶ ἄλλα μὲν εἶπε δεινὰ
                            διʼ ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν
                            Θηβαίων παραστῆσαι βουλόμενος <lb n="30"/> εἶπε· ,,περιπέτονται δὲ τὸ
                            τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες. ὡς δὲ τὸ ἀθρόως λέγειν τὰς τινῶν
                                <pb n="398"/> συμφορὰς ὀξὺ ἄκουσμα ὄν ἀλλοτρίως ἔχει πρὸς τὸν ἔλεον,
                            οὕτως ἐπακριβὲς <del>ἐπὶ</del> πάντα ἐπεξιέναι πειρᾶσθαι καὶ καταβάλλει
                            τὸν ἔλεον· τὴν μέσην οὖν βαδίζειν δεῖ, ὡς  Ὅμηρος, <lg><lb n="5"/><l>ἄνδρας μὲν κτείνουσι, πόλιν θέ τε πῦρ ἀμαθύνει,</l><l>τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας,</l></lg>
                            <note type="marginal">(723)</note> ἀπὸ τῶν ἐνεχομένων ἁλώσει πόλεως τὸν
                            ἔλεον ἐκίνησεν, ὧν ἐκινδύνευσεν ἡ πόλις παθεῖν εἰ δὲ δὴ πάντα διεξῄει
                                <note type="marginal">586</note> τὰ παρακολουθοῦντα πόλεως ἁλώσει,
                            γελοῖος ἄν ἦν καὶ <lb n="10"/> μικροπρεπής.</p></div><div type="textpart" subtype="paragraph" n="22"><p>Κινεῖ δὲ ἔλεον ἐν τοῖς μάλιστα καὶ ἡ ἐνάργεια ἡ τῶν ἀτυχούντων καὶ
                            ἠθοποιΐα καὶ χαρακτηρισμὸς ὁ περὶ αὐτῶν γινόμενος, ὡς ὁ Δημοσθένης περὶ
                            τοῦ Στράτωνος· ,κάλει δὲ καὶ τὸν Στράτωνα αὐτὸν τὸν τὰ τοιαῦτα
                            πεπονθότα. <lb n="15"/> οὗτος τὰς ἐφʼ ἡλικίας στρατείας ἐστρατευμένος
                            ἔστηκε τὰ νῦν σιωπῶν, οὐδὲ ὀδύρασθαι τὰς ἑαυτοῦ συμφορὰς ἐξουσίαν ἔχων.
                            ἐχαρακτήρισε γὰρ αὐτὸν σιωπῶντα παραστήσας δικαστηρίῳ, καὶ ἦθος
                            περιέθηκεν αὐτῷ τὸ τοῦ σιωπῶντος καὶ δεδοικότος λέγειν. ἠθοποιΐαν <lb n="20"/> δὲ τὴν διὰ λόγων τόνδε τὸν τρόπον ποιήσομεν, οἷον, τίνα δʼ
                            ἔλεγε σφαττόμενός τις, ἢ βιαζομένη παρθένος ἢ ὁτιοῦν τις κινδυνεύων
                            παθεῖν; ὡς ἐπὶ ταύτης τῆς ὑποθέσεως, τοῖς φυγάσι συμφεύγειν τοὺς παῖδας,
                            ἔφευγέ τις, συνέφευγεν αὐτῷ καὶ ἡ γυνὴ κύουσα, τὸ <lb n="25"/> τεχθὲν
                            παιδίον κατιὸν μετὰ τῆς μητρὸς ἀπέκτεινέ τις, καὶ φόνου κρίνεται.
                            ἐνταῦθα ἔστι διʼ ἠθοποιΐας ἔλεον κινῆσαι περιθέντας λόγους τινὰς τῇ
                            μητρὶ τοῦ παιδός, οὓς εἶπε παραιτουμένη τὴν ἀναίρεσιν αὐτοῦ.</p></div></div></div></body></text></TEI>