<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2027.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="12"><div type="textpart" subtype="paragraph" n="15"><head>Περὶ ἐλέου.</head><note type="marginal">550</note><p>Ἐπειδὰν δὲ μέλλωμεν κινεῖν ἔλεον, προπαρασκευάσομεν τὸν δικαστὴν πρὸς
                            τοῦτο ἡμῖν ἐπιτηδείως ἔχειν· <lb n="5"/> οὐ γὰρ ἐξαίφνης ἐπιχειρεῖν δεῖ
                            τούτῳ τῷ τόπῳ, ἀλλὰ μετὰ προπαρασκευῆς τινος· ἀνύσομεν γάρ τι καὶ οὕτω
                            μᾶλλον τῶν δικαστῶν ἀναπεπεισμένων καὶ παρωξυσμένων πρὸς τὸ ἐλεεῖν τὸν
                            κρινόμενον. πῶς οὖν προπαρασκευάσομεν; τοῦτον τὸν τρόπον· κοινῷ τόπῳ
                            χρησόμεθα <lb n="10"/> τῷ περὶ ἐλέου καὶ φιλανθρωπίας, καὶ περὶ τοῦ δεῖν
                            φρονεῖν ἀνθρώπινα καὶ ἡμέροις χαίρειν μᾶλλον ἤπερ ἀποτόμοις, τὸ
                            τοιοῦτονεἶναι λέγοντες πολύ καὶ χρηστὸν καὶ φιλάνθρωπον καὶ τρόπου
                            πεπαιδευμένου, καὶ τοὺς ρὕτως ἔχοντας ἐπαινεῖσθαι μᾶλλον τῶν οὕτως οὐκ
                            ἐχόντων, <lb n="15"/> καὶ ὅσον διαφέρουσιν οἱ ἄνθρωποι τῶν θηρίων,<note type="marginal">(710)</note> τοσοῦτον διαφέρειν τούς ἐλεήμονας τῶν
                            ἀνηλεῶν. καὶ ἔτι φήσομεν τοὺς οὕτως ἔχοντας εἴ ποτε ἄρα δεηθεῖεν τῆς
                            παρʼ ἄλλων φιλανθρωπίας, ῥᾷον αὐτῆς τυγχάνειν. δεῖν δʼ ὄντας ἀνθρώπους
                            προορᾶσθαι τὸ μέλλον. Ἀθήνῃσι <lb n="20"/> μὲν οὖν λέγοντες καὶ ἀπὸ
                            κρίσεως καὶ ἀπὸ ἔργων γεγενημένων τὸν κοινὸν τόπον τοῦτον κατασκεάσομεν·
                            Ἐλέου βωμός ἐστι παρʼ ὑμῖν, θεὸς εἶναι δοκεῖ παρʼ ὑμῖν ἡ κοινὴ πάντων
                            φιλανθρωπία, ἐπὶ τούτῳ παρὰ τοῖς ἄλλρις εὐδοκιμεῖτε πᾶσι, μὴ οὖν
                            ἀλλοιωθῆτε νῦν. καὶ παραδείγματα <lb n="25"/> προοισόμεθα, τοὺς
                            καταφυγόντας μὲν ἐπὶ τὸν βωμόν, μὴ ἀτυχήσαντας δὲ ὧν ἠξίωσαν, οἷον τοὺς
                            Ἡρακλείδας, καὶ εἰ δή τινες ἕτεροι λέγονται τὸ ὅμοιον αὐτοῖς ποιῆσαι. εἰ
                            δὲ παρʼ ἄλλοις ἐσμέν, παράδειγμα τὸ <note type="marginal">551</note> τῶν
                            Ἀθηναίων προοισόμεθα καὶ ἐπαινεσόμεθα τοὺς <lb n="30"/> Ἀθηναίους, καὶ
                            ἐὰν μὲν ὦσι φίλοι, ὡς καὶ περὶ φίλων <pb n="392"/> διαλεξόμεθα, εἰ δʼ
                            ἐχθροὶ τῶν Ἀθηναίων τινές, προθεραπεύσομεν τὸν λόγον, ὡς ὁ Αἰσχίνης·
                            μέλλων γὰρ λέγειν πεπραγμιένον τι τοῖς Λακεδαιμονίοις, προθεραπεύει
                            τοῦτο καλὸν εἶναι λέγων μιμεῖσθαι καὶ τὰς ἀλλοτρίας <lb n="5"/> καὶ τὰς
                            οἰκείας ἀρετάς.</p></div><div type="textpart" subtype="paragraph" n="16"><p>Οὐ μόνον δὲ τούτῳ τῷ τόπῳ πρὸς τὸν ἔλεον τοὺς δικαστὰς παρασκευάσομεν,
                            ἀλλὰ καὶ ἀναμιμνήσκοντες τῶν τοῖς φεύγουσι διʼ αὐτοὺς πεπραγμένων, λόγου
                            χάριν, οὗτος μέντοι πένης ὢν οὐκ ὂν αὐτῷ φιλοτιμεῖσθαι πρὸς <lb n="10"/>
                            ὑμᾶς ἐκ χρημάτων γέγονεν ὑμῖν καὶ ἐκ τῶν ὄντων τὰ δυνατὰ αὐτῷ χρήσιμος,
                            αὑτόν γε μὴν ἔταξεν ἐπὶ τὰ τῇ πόλει συμφέροντα. καὶ γάρ τοι δημηγορῶν
                            ὠφέλει τὸ κοινὸν νόμους εἰσφέρων ψηφίσματα· ὑπὲρ δὲ τῶν δικαίων
                            ἐπρέσβευσεν,ἐστρατήγησεν.ἔτι προπαρασκευάσομεν <lb n="15"/> πρὸς τὸ
                            ἐλεεῖσθαι τοὺς κρινομένους τὰ ὑπʼ αὐτῶν φιλανθρώπως πρὸς ἄλλους
                            πεπραγμένα διεξιόντες· ἐνὸν αὐτῷ παρὰ τοῦ δεῖνος τιμωρίαν ἀδικηθέντι
                            λαβεῖν ἀφεῖκεν· ἐν μέντοι τῷ παρασκευαστικῷ πρὸς τὸν ἔλεον τούτῳ οἰκείῳ
                            χρησόμεθα τῷ παρόντι πράγματι.</p><lb n="20"/></div></div></div></body></text></TEI>